philodemus
Κράμβην Ἀρτεμίδωρος, Ἀρίσταρχος δὲ τάριχον,
βολβίσκους δ᾽ ἡμῖν δῶκεν Ἀθηναγόρας,
ἡπάτιον Φιλόδημος, Ἀπολλοφάνης δὲ δύο μνᾶς
χοιρείου, καὶ τρεῖς ἦσαν ἀπ᾽ ἐχθὲς ἔτι.
ᾠόν, καὶ στεφάνους, καὶ σάμβαλα, καὶ μύρον ἡμῖν
λάμβανε, καὶ δεκάτης εὐθὺ θέλω παράγειν.

