lucillius
κόσκινον ἡ κεφαλή σου, Ἀπολλόφανες, γεγένηται,
ἢ τῶν σητοκόπων βιβλαρίων τὰ κάτω:
ὄντως μυρμήκων τρυπήματα λοξὰ καὶ ὀρθά,
γράμματα τῶν λυρικῶν Λύδια καὶ Φρύγια.
πλὴν ἀφόβως πύκτευε: καὶ ἢν τρωθῇς γὰρ ἄνωθεν,
ταῦθ᾽ ὅς1᾽ ἔχεις, ἕξεις: πλείονα δ᾽ οὐ δύνασαι.