meleager
Ὀρθροβόας, δυσέρωτι κακάγγελε, νῦν, τρισάλαστε,
ἐννύχιος κράζεις πλευροτυπῆ κέλαδον,
γαῦρος ὑπὲρ κοίτας, ὅτε μοι βραχὺ τοῦτ᾽ ἔτι νυκτὸς
ζῇ τὸ φιλεῖν, ἐπ᾽ ἐμαῖς δ᾽ ἁδὺ γελᾷς ὀδύναις.
ἅδε φίλα θρεπτῆρι χάρις; ναὶ τὸν βαθὺν ὄρθρον,
ἔσχατα γηρύσῃ ταῦτα τὰ πικρὰ μέλη.