simonides
ἐπὶ ἑξαμέτρῳ πεντάμετρον καὶ δύο τρίμετροι, εἶτα ἑξάμετρονἈργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται,
νίκαις ἱππόβοτον πατρίδ᾽ ἐπευκλεΐσας, [p. 10]
Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία,
δύω δ᾽ ἐν Ἰσθμῷ, πεντεκαίδεκ᾽ ἐν Νεμέᾳ:
τὰς δ᾽ ἄλλας νίκας οὐκ εὐμαρές ἐστ᾽ ἀριθμῆσαι.