anonymi epigrammatici
εἰς Διόνυσον, Σεμέλην τὴν μητέρα εἰς οὐρανὸν ἀνάγοντα προηγουμένου Ἑρμοῦ, Σατύρων δὲ καὶ Σιληνῶν μετὰ λαμπάδων προπεμπόντων αὐτούς.τάνδε Διὸς δμαθεῖσαν ἐν ὠδίνεσσι κεραυνῷ,
καλλίκομον Κάδμου παῖδα καὶ Ἁρμονίης,
ματέρα θυρσοχαρὴς ἀνάγει γόνος ἐξ Ἀχέροντος,
τὰν ἄθεον Πενθέως ὕβριν ἀμειβόμενος.
anonymi epigrammatici
ὁ β κίων ἔχει Τήλεφον ἀνεγνωρισμένον τῇ ἑαυτοῦ μητρί.τὸν βαθὺν Ἀρκαδίης προλιπὼν πάτον εἵνεκα ματρὸς
Αὔγης, τᾶσδ᾽ ἐπέβην γᾶς Τεϋθραντιάδος,
Τήλεφος, Ἡρακλέους φίλος γόνος αὐτὸς ὑπάρχων,
ὄφρα μιν ἂψ ἀγάγω ἐς πέδον Ἀρκαδίης.
anonymi epigrammatici
ὁ γ ἔχει τυφλούμενον Φοίνικα ὑπὸ πατρὸς Ἀμύντορος, καὶ κωλύουσαν Ἀλκιμέδην τὸν οἰκεῖον ἄνδρα.Ἀλκιμέδη ξύνευνον Ἀμύντορα παιδὸς ἐρύκει,
φοίνικος δ᾽ ἐθέλει παῦσαι χόλον γενέτου, [p. 96]
ὅττι περ ἤχθετο πατρὶ ῾σαόφρονος εἵνεκα μητρός,
παλλακίδος δούλης λέκτρα προσιεμένῳ:
κεῖνος δ᾽ αὖ δολίοις ψιθυρίσμασιν ἤχθετο κούρῳ,
ἦγε δ᾽ ἐς ὀφθαλμοὺς λαμπάδα παιδολέτιν,
anonymi epigrammatici
ὁ δ ἔχει Πολυμήδην καὶ Κλυτίον τοὺς υἱοὺς Φινέως τοῦ Θρᾳκός, οἵτινες τὴν Φρυγίαν γυναῖκα τοῦ πατρὸς ἐφόνευσαν, ὅτι τῇμητρὶ αὐτῶν Κλεοπάτρᾳ, αὐτὴν ἐπεισῆγεν.
μητρυιὰν Κλυτίος καὶ Κλυτόνοος Πολυμήδης
κτείνουσι Φρυγίην, ματρὸς ὑπὲρ σφετέρας.
Κλειοπάτρη δ᾽ ἐπὶ τοῖσιν ἀγάλλεται, ἣ πρὶν ἐπεῖδεν
τὰν Φινέως γαμετὰν δαμναμένην ὁσίως,
anonymi epigrammatici
ὁ ε ἔχει Κρεσφόντην ἀναιροῦντα Πολυφόντην τοῦ πατρὸς τὸν φονέα: ἔστι δὲ καὶ Μερόπη βάκτρον κατέχουσα καὶ συνεργοῦσα τῷ υἱῷ πρὸς τὴν τοῦ ἀνδρὸς ἐκδημίαν.Κρεσφόντου γενέτην πέφνες τὸ πάρος, Πολυφόντα,
κουριδίης ἀλόχου λέκτρα θέλων μιάναι:
ὀψὲ δέ σοι πάϊς ἧκε φόνῳ γενέτῃ προσαμύνων,
καί σε κατακτείνει ματρὸς ὑπὲρ Μερόπας.
τοὔνεκα καὶ δόρυ πῆξε μεταφρένῳ, ἁ δ᾽ ἐπαρήγει,
βριθὺ κατὰ κροτάφων βάκτρον ἐρειδομένα.
anonymi epigrammatici
ὁ ς ἔχει Πυθῶνα ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος ἀναιρούμενον, καθότι τὴν Λητὼ πορευομένην εἰς Δελφοὺς ἐπὶ τὸ κατασχεῖν [τὸ] μαντεῖον ἐπιφανεὶς διεκώλυσεν.Γηγενέα Πυθῶνα, μεμιγμένον ἑρπετὸν ὁλκοῖς,
ἐκνεύει Λατώ, πάγχυ μυσαττομένη: [p. 98]
σκυλᾶν γὰρ ἐθέλει πινυτὰν θεὸν ἀλλά γε τόξῳ
θῆρα καθαιμάσσει Φοῖβος ἀπὸ σκοπιῆς:
Δελφὸν δ᾽ αὖ θήσει τρίπον ἔνθεον ἐκ δ᾽ ὅδ᾽ ὀδόντων
πικρὸν ἀποπνεύσει ῥοῖζον ὀδυρόμενος
anonymi epigrammatici
ὁ ζ ἔχει περὶ τὰ ἀρκτῷα μέρη, Ἀμφίονος καὶ Ζήθου ἱστορίαν προσάπτοντες ταύρῳ τὴν Δίρκην, ὅτι τὴν μητέρα αὐτῶν Ἀντιόπην, διὰ τὴν φθορὰν Λύκῳ ἀνδρὶ αὐτῆς ὑπὸ Νυκτέως τοῦ πατρὸς αὐτῆς παραδοθεῖσαν, ὀργῇ ζηλοτύπῳ ἐνσχεθεῖσα, ἀμέτρως ἐτιμωρήσατο.Ἀμφίων καὶ Ζῆθε, Διὸς σκυλακεύματα, Δίρκην
κτείνατε τάνδ᾽ ὀλέτιν ματέρος Ἀντιόπας,
δέσμιον ἣν πάρος εἶχε διὰ ζηλήμονα μῆνιν:
νῦν δ᾽ ἱκέτις αὐτὴ λίσσετ᾽ ὀδυρομένη.
ᾇ γε καὶ ἐκ ταύροιο καθάπτετε δίπλακα σειρήν,
ὄφρα δέμας σύρῃ; τῆσδε κατὰ ξυλόχου.
anonymi epigrammatici
ἐν τῷ η ἡ τοῦ Ὀδυσσέως νεκυομαντεία: καθέστηκε τὴν] ἰδίαν μητέρα Ἀντίκλειαν περὶ τῶν κατὰ τὸν οἶκον ἀνακρίνων.μᾶτερ Ὀδυσσῆος πινυτόφρονος Ἀντίκλεια,
ζῶσα μὲν εἰς Ἰθάκην οὐχ ὑπέδεξο πάιν:
ἀλλά σε νῦν Ἀχέροντος ἐπὶ ῥηγμῖσι γεγῶσαν
θαμβεῖ, ἀνὰ γλυκεροὰν ματέρα δερκόμενος.
anonymi epigrammatici
ἐν τῷ θ Πελίας καὶ Νηλεὺς ἐνλελάξευνται, οἱ Ποσειδῶνος παῖδες, ἐκ δεσμῶν τὴν ἑαυτῶν μητέρα ῥυόμενοι, ἣν πρώην ὁ πατὴρ μὲν Σαλμωνεὺς διὰ τὴν φθορὰν ἔδησεν: ἡ δὲ μητρυιὰ αὐτῆς Σιδηρὼ τὰς βασάνους αὐτῇ ἐπέτεινεν.μὴ Τυρὼ τρύχοι σε περισπείρημα Σιδηροῦς
Σαλμωνεῖ γενέτᾳ τῷδ᾽ ὑποπτησσομένην: [p. 100]
οὐκέτι γὰρ δουλώσει ἐν ἕρκεσιν, ἐγγύθι λεύσσων
Νηλέα καὶ Πελίαν τούσδε καθεξομένους.
anonymi epigrammatici
ἐν δὲ τῷ κατὰ δύσιν πλευρῷ ἐστὶν ἐν ἀρχῇ τοῦ ι πίνακος Εὔνοος γεγλυμμένος καὶ Θόας, οὓς ἐγέννησεν Ὑψιπύλη, ἀναγνωριζόμενοι τῇ μητρί, καὶ τὴν χρυσῆν δεικνύντες ἄμπελον ὅπερ ἦν αὐτοῖς τοὖ γένους σύμβολον, καὶ ῥυόμενοι αὐτὴν τῆς διὰ τὸν Ἀρχεμόρου θάνατον παρ᾽ Εὐρυδίκῃ τιμωρίας.φαῖνε, Θόαν, Βάκχοιο φυτὸν τόδε: ματέρα γάρ σου
ῥύσῃ τοῦ θανάτου, οἰκέτιν Ὑψιπύλαν:
ἃ: τὸν ἀπ᾽ Εὐρυδίκας ἔτλη χόλον, ἦμος † ἀφοῦθαρ
ὕδρος ὁ γαγενέτας ὤλεσεν Ἀρχέμορον.
στεῖχε δὲ καὶ σὺ λιπὼν Ἀσωπίδος Εὔνοε † κούραν
γειναμένην ἄξων Λῆμνον ἐς ἠγαθέην,
anonymi epigrammatici
ἐν τῷ ια ;Πολυδέκτης ὁ Σερίφων βασιλεύς ἀπολιθούμενος ὑπὸ Περσέως τῇ τῆς Γοργόνος κεφαλᾖ, διὰ τὸν τῆς μητρὸς αὐτοῦ γάμον ἐκπέμψας τοῦτον ἐπὶ τὴν τῆς Γοργόνος κεφαλήν, καὶ ὃν καθ᾽ ἑτέρου θάνατον ἐπενόει γενέσθαἰ τοῦτον αὐτὸς κατὰ τὴν πρόνοιαν τῆς Δίκης ἐδέξατο.ἔτλης καὶ σὺ λέχη Δανάης, Πολύδεκτα, μιαίνειν,
δυσφήμοις εὐναῖς τὸν Δί᾽ ἀμειψάμενος:
ἀνθ᾽ ὧν ὄμματ᾽ ἔλυσε τὰ ;Γοργόνος ἐνθάδε Περσεύς,
γυῖα λιθουργήσας, ματρὶ χαριζόμενος.
anonymi epigrammatici
ἐν τῷ ιβ Ἰξίων Φόρβαντα καὶ Πολύμηλον ἀναιρῶν διὰ τὸν εἰς τὴν μητέρα τὴν ἰδίαν Μέγαραν γεγενημένον φόνον μηδοπότερον γὰρ αὐτῶν προελομένη γῆμαι, ἀγανακτήσαντες ἐπὶ τούτῳ ἐφόνευσαν.Φόρβαν καὶ Πολύμηλον ὅδ᾽ Ἰξίων βάλε γαίῃ;,
ποινὰν τᾶς ἰδίας ματρὸς ἀμυνόμενος. [p. 102]
anonymi epigrammatici
ὁ δὲ ιγ Ἡρακλέα ἄγοντα τὴν μητέρα αὐτοῦ Ἀλκμήνην εἰς τὸ Ἠλύσιον πεδίον, συνοικίζοντα αὐτὴν Ῥαδαμάνθυϊ, αὐτὸν δὲ εἰς θεοὺς δῆθεν ἐγκρινόμενον.Ἀλκίδας ὁ θρασὺς Ῥαδαμάνθυϊ ματέρα τάνδε,
Ἀλκμήναν, ὅσιον πρὸς λέχος ἐξέδοτο.
anonymi epigrammatici
ἐν δὲ τῷ ιδ Τιτυὸς ὑπὸ ἀπόλλωνος καὶ Ἀρτέμιδος τοξευόμενος ἐπειδὴ τὴν μητέρα αὐτῶν Λητὼ ἐτόλμησεν ὑβρίσαι.μάργε καὶ ἀφροσύνῃ μεμεθυσμένε, τίπτε βιαίως
εἰς εὐνὰς ἐτράπης τᾶς Διὸς εὐνέτιδος;
ὅς σε δὴ αἵματι φύρσε κατάξια, θηρσὶ δὲ βορρὰν
καὶ πτανοῖς ἐπὶ γᾷ εἴασε νῦν ὁσίως.
anonymi epigrammatici
ἐν δὲ τῷ ιε Βελλεροφόντης ὑπὸ τοῦ παιδὸς Γλαύκου σῳζόμενος, ἡνίκα κατενεχθεὶς ἀπὸ τοῦ Πηγάσου εἰς τὸ Ἀλήιον πεδϊον, ἔμελλεν ὑπὸ Μεγαπένθους τοῦ Προίτου φονεύεσθαι.οὐκέτι Προιτιάδου φόνον ἔσχεθε Βελλεροφόντης,
οὐδ᾽ ἐκ τοῦ πατρὸς † τειρομένου θάνατον.
γλαῦκ᾽ ἄκραντα † γένους δόλον Ἰοβάτου δ᾽ ὑπαλύξει,
οὕτως γὰρ Μοιρῶν ... ἐπέκλωσε λίνα.
καὶ σὺ πατρὸς φόνον αὐτὸς ἀπήλασας ἐγγύθεν ἐλθών,
καὶ μύθων ἐσθλῶν μάρτυς ἐπεφράσαο. [p. 104]
anonymi epigrammatici
κατὰ δὲ τὰς θύρας τοῦ ναοῦ προσιόντων ἐστὶν Αἴολος καὶ Βοιωτός, Ποσειδῶνος παῖδες, ῥυόμενοι ἐκ δεσμῶν τὴν μητέρα .Μελανίππην τῶν περιτεθέντων αὐτῇ διὰ τὴν φθορὰν ὑπὸ τοῦ πατρὸς αὐτῆς,Αἴολε καὶ Βοιωτέ, σοφὸν φιλομήτορα μόχθον
πρήξατε, μητέρ᾽ ἑὴν ῥυόμενοι θανάτου:
τοὔνεκα γὰρ καὶ κάρτα πεφήνατε ἄλκιμοι ἄνδρες,
ὃς μὲν ἀπ᾽ Αἰολίης, ὃς δ᾽ ἀπὸ Βοιωτίης
anonymi epigrammatici
ἐν δὲ τῷ ιζ Ἄναπις καὶ Ἀμφίνομος, οἳ ἐκραγέντων τῶν κατὰ Σικελίαν κρατήρων διὰ τοῦ πυρὸς οὐδὲν ἕτερον ἢ τοὺς γονεῖς βαστάσαντες ἔσωσαν.πυρὸς καὶ γαίης ...
anonymi epigrammatici
ἐν δὲ τῷ ιη Κλέοβις ἐστὶ καὶ Βίτων, οἳ τὴν ἑαυτῶν μητέρα Κυδίππην ἱερωμένην ἐν Ἄργει Ἥρας, αὐτοὶ ὑποσχόντες τοὺς αὐχένας τῷ ζυγῷ διὰ τὸ βραδῦναι τὸ σκεῦος τῶν βοῶν, ἱερουργῆσαι ἐποίησαν, καὶ ἡσθεῖσα, φασίν, ἐπὶ τούτῳ ἐκείνη ηὔξατο τῇ θεῷ εἴ τι ἐστι κάλλιστον ἐν ἀνθρώποις, τοῦτο τοῖς παισὶν αὐτῆς ὑπαντῆσαι: καὶ τοῦτο αὐτῆς εὐξαμένης ἐκεῖνοι αὐτονυκτὶ θνήσκουσιν.οὐ ψευδὴς ὅδε μῦθος, ἀληθείῃ δὲ κέκασται,
Κυδίππης παίδων εὐσεβίης θ᾽ ὁσίης.
ἡδυχαρὴς γὰρ᾽ ἔην κόπος ἀνδράσι χ᾽ ὥριος οὗτος,
μητρὸς ἐπ᾽ εὐσεβίῃ κλεινὸν ἔθεντο πόνον.
χαίροιτ᾽ εἰν ἐνέροισιν ἐπ᾽ εὐσεβίῃ κλυτοὶ ἄνδρες,
καὶ τὸν ἀπ᾽ αἰώνων μῦθον ἔχοιτε μόνοι. [p. 106]
claudianus
ἐν δὲ τῷ ιθ Ῥῆμος καὶ Ῥωμύλος ἐκ τῆς Ἀμολίου κολάσεως ῥυόμενοι τὴν μητέρα Σερβιλίαν ὀνόματι: ταύτην γὰρ ὁ Ἄρης φθείρας ἐξ αὐτῆς ἐγέννησεν, καὶ ἐκτεθέντας αὐτοὺς λύκαινα ἔθρεψεν. ἀνδρωθέντες οὖν τὴν μητέρα τῶν δεσμῶν ἔλυσαν, Ῥώμην δὲ κτίσαντες Νομήτορι τὴν βασιλείαν ἀπεκατέστησαν.τόνδε σὺ μὲν παίδων κρύφιον γόνον Ἄρεϊ τίκτεις,
Ῥῆμόν τε ξυνῶν καὶ Ῥωμύλον λεχέων,
θὴρ δὲ λύκαιν᾽ ἄνδρωσεν ὑπὸ σπήλυγγι τιθηνός,
οἵ σε δυσηκέστων ἥρπασαν ἐκ καμάτων.

