marcus argentarius
αἶρε τὰ δίκτυα ταῦτα, κακόσχολε, μηδ᾽ ἐπίτηδες
ἰσχίον ἐρχομένη σύστρεφε, Λυσιδίκη.
εὖ σε περισφίγγει λεπτὸς στολιδώμασι πέπλος,
πάντα δέ σου βλέπεται γυμνά, καὶ οὐ βλέπεται.
εἰ τόδε σοι χαρίεν καταφαίνεται, αὐτὸς ὁμοίως
ὀρθὸν ἔχων βύσσῳ τοῦτο περισκεπάσω.

