philodemus
γινώσκω, χαρίεσσα, φιλεῖν πάνυ τὸν φιλέοντα,
καὶ πάλι γινώσκω τόν με δακόντα δακεῖν
μὴ λύπει με λίην στέργοντά σε, μηδ᾽ ἐρεθίζειν
τὰς βαρυοργήτους σοι θέλε Πιερίδας.
τοῦτ᾽ ἐβόων αἰεὶ καὶ προὔλεγον ἀλλ᾽ ἴσα πόντῳ
Ἰονίῳ μύθων ἔκλυες ι;ἡμετέρων.
τοιγὰρ νῦν σὺ μὲν ὧδε μέγα κλαίουσα βαΰζεις:
ἡμεῖς δ᾽ ἐν κόλποις ἥμεθα Ναϊάδος.