philodemus
Νυκτερινή, δίκερως, φιλοπάννυχε, φαῖνε, Σελήνη,
φαῖνε, δι᾽ εὐτρήτων βαλλομένη θυρίδων
αὔγαζε χρυσέην Καλλίστιον ἐς τὰ φιλεύντων
ἔργα κατοπτεύειν οὐ φθόνος ἀθανάτῃ.
ὀλβίζεις καὶ τήνδε καὶ ἡμέας, οἶδα, Σελήνη:
καὶ γὰρ σὴν ψυχὴν ἔφλεγεν Ἐνδυμίων.

