marcus argentarius
παρθένον Ἀλκίππην ἐφίλουν μέγα, καί ποτε πείσας
αὐτὴν λαθριδίως εἶχον ἐπὶ κλισίῃ.
ἀμφοτέρων δὲ στέρνον ἐπάλλετο, μή τις ἐπέλθῃ,
μή τις ἴδῃ τὰ πόθων κρυπτὰ περισσοτέρων.
μητέρα δ᾽ οὐκ ἔλαθεν κείνης λάλον ἀλλ᾽ ἐσιδοῦσα
ἐξαπίνης, ‘ Ἑρμῆς κοινός,’ ἔφη. ‘θύγατερ.’