gaetulicus i
ἀγχιάλου ῥηγμῖνος ἐπίσκοπε, σοὶ τάδε πέμπω
ψαιστία καὶ λιτῆς δῶρα θυηπολίης:
αὔριον Ἰονίου γὰρ ἐπὶ πλατὺ κῦμα περήσω,
σπεύδων ἡμετέρης κόλπον ἐς Εἰδοθέης:
οὔριος ἀλλ᾽ ἐπίλαμψον ἐμῷ καὶ ἔρωτι καὶ ἱστῷ,
δεσπότι καὶ θαλάμων, Κύπρι, καὶ ἠιόνων.