philippus
τίς τὸν ἄχνουν Ἑρμῆν σε παρ᾽ ὑσπλήγεσσιν ἔθηκεν;— ‘ Ἑρμογένης.’ — τίνος ὤν; — ‘Δαϊμένευς.’ — ποδαπός; —
‘ Ἀντιοχεύς.’ — τιμῶν σε χάριν τίνος;—
ὡς συναρωγὸν— ποίοις;— ‘ Ἰσθμόθι κἠν Νεμέᾳ.’ —
ἐν σταδίοις.
ἔτρεχε γάρ; — ‘ καὶ πρῶτος.’ — ἑλὼν τίνας; —
Ἐννέ παῖδας:
ἔπτη δ᾽ ὡς ἂν ἔχων τοὺς πόδας ἡμετέρους.