dioscorides
1 τύμβος ὅδ᾽ ἔστ᾽, ὤνθρωπε, Σοφοκλέος, ὃν παρὰ Μουσέων
ἱρὴν παρθεσίην, ἱερὸς ὢν, ἔλαχον:
ὅς με τὸν ἐκ Φλιοῦντος, ἔτι τρίβολον πατέοντα,
πρίνινον, ἐς χρύσεον σχῆμα μεθηρμόσατο,
καὶ λεπτὴν ἐνέδυσεν ἁλουργίδα: τοῦ δὲ θανόντος
εὔθετον ὀρχηστὴν τῇδ᾽ ἀνέπαυσα πόδα. [p. 26]
2 ὄλβιος, ὡς ἁγνὴν ἔλαχες στάσιν ἡ δ᾽ ἐνὶ χερσὶν
κούριμος, ἐκ ποίης ἥδε διδασκαλίης;
3 εἴτε σοὶ Ἀντιγόνην εἰπεῖν φίλον, οὐκ ἂν ἁμάρτοις,
εἴτε καὶ Ἠλέκτραν ἀμφότεραι γάρ ἄκρον.

