bianor
ἰχθύσι καὶ ποταμῷ Κλειτώνυμον ἐχθρὸς ὅμιλος
ὦσεν, ὅτ᾽ εἰς ἄκρην ἦλθε τυραννοφόνος.
ἀλλὰ Δίκα μιν ἔθαψεν ἀποσπασθεῖσα γὰρ ὄχθα
πᾶν δέμας ἐς κορυφὴν ἐκ ποδὸς ἐκτέρισεν:
κεῖται δ᾽ οὐχ ὑδάτεσσι διάβροχος: αἰδομένα δὲ
γᾶ κεύθει τὸν ἑᾶς ὅρμον ἐλευθερίας.

