marcus argentarius
Ψύλλος, ὁ τὰς ποθινὰς ἐπιμισθίδας αἰὲν ἑταίρας
πέμπων ἐς τὰ νέων ἡδέα συμπόσια,
οὗτος ὁ θηρεύων ἀταλόφρονας, ἐνθάδε κεῖται,
αἰσχρὸν ἀπ᾽ ἀνθρώπων μισθὸν ἐνεγκάμενος.
ἀλλὰ λίθους ἐπὶ τύμβον, ὁδοιπόρε, μήτε σὺ βάλλε,
μήτ᾽ ἄλλον πείσῃς: σῆμα λέλογχε νέκυς.
φεῖσαι δ᾽ οὐχ ὅτι κέρδος ἐπῄνεσεν, ἀλλ᾽ ὅτι κοινὰς
θρέψας, μοιχεύειν οὐκ ἐδίδαξε νέους.