dioscorides
Θέσπιδος εὕρεμα τοῦτο, τὰ τ᾽ ἀγροιῶτιν ἀν᾽ ὕλαν
παίγνια, καὶ κώμους τούσδε, τελειοτέρους
Αἰσχύλος ἐξύψωσεν, ὁ μὴ σμιλευτὰ χαράξας
γράμματα, χειμάρρῳ δ᾽ οἷα καταρδόμενα,
καὶ τὰ κατὰ σκηνὴν μετεκαίνισεν. ὦ στόμα πάντη
δεξιόν, ἀρχαίων ἦσθά τις ἡμιθέων.

