theodoridas
Πέτρος ἐγὼ τὸ πάλαι γυρὴ καὶ ἄτριπτος ἐπιβλὴς
τὴν Ἡρακλείτου ἔνδον ἔχω κεφαλὴν
αἰών μ᾽ ἔτριψεν κροκάλαις ἴσον ἐν γὰρ ἀμάξῃ
παμφόρῳ αἰζηῶν εἰνοδίη τέταμαι.
ἀγγέλλω δὲ βροτοῖσι, καὶ ἄστηλός περ ἐοῦσα,
θεῖον ὑλακτητὴν δήμου ἔχουσα κύνα. [p. 262]

