apollonides
Ἰχθυοθηρητῆρα Μενέστρατον ὤλεσεν ἄγρη
δούνακος, ἑξαμίτης ἐκ τριχὸς ἑλκομένη,
εἶδαρ ὅτ᾽ ἀγκίστρου φόνιον πλάνον ἀμφιχανοῦσα
ὀξείην ἐρυθρὴ φυκὶς ἔβρυξε πάγην:
ἀγνυμένη δ᾽ ὑπ᾽ ὀδόντι κατέκτανεν, ἅλματι λάβρῳ
ἐντὸς ὀλισθηρῶν δυσαμένη φαρύγων.