nicarchus i
1 κράνας εὐύδρου παρὰ νάμασι καὶ παρὰ Νύμφαις,
ἔστασέν με Σίμων, Πᾶνα τὸν αἰγιπόδην.
2 τεῦ δὲ χάριν; 3 λέξω τοι: ὅσον ποθέεις ἀπὸ κράνας
καὶ πίε, καὶ κοίλαν κάλπιν ἑλὼν ἄρυσαι:
ποσσὶ δὲ μὴ ποτὶ νίπτρα φέρειν κρυστάλλινα Νυμφᾶν
δῶρα, τὸν ὑβριστὰν εἰς ἐμὲ δερκόμενος.
4 ὦ σέμν᾽ — - 5 οὐ λέξεις ἕτερον λόγον, ἀλλὰ παρέξεις
πυγίξαι: τούτοις χρῶμαι ὁ Πὰν νομίμοις.
ἢν δὲ ποιῇς ἐπίτηδες, ἔχων πάθος, ἔστι καὶ ἄλλα
τέχνα: τῷ ῥοπάλῳ τὰν κεφαλὰν λέπομες.