archias
αὐταῖς σὺν κίχλαισιν ὑπὲρ φραγμοῖο διωχθεὶς
κόσσυφος ἠερίης κόλπον ἔδυ νεφέλης.
καὶ τὰς μὲν συνοχηδὸν ἀνέκδρομος ὤχμασε θώμιγξ,
τὸν δὲ μόνον πλεκτῶν αὖθι μεθῆκε λίνων.
ἱρὸν ἀοιδοπόλων ἔτυμον γένος. ἦ ἄρα πολλὴν
καὶ κωφαὶ πτανῶν φροντίδ᾽ ἔχουσι πάγαι. [p. 186]