philippus
νῆα μὲν ὤλεσε πόντος, ἐμοὶ δ᾽ ἔπορεν πάλι δαίμων
πλαζομένῳ φύσεως νῆα ποθεινοτέρην:
πατρὸς ἰδὼν γὰρ ἐγὼ δέμας εἰς ἐμὲ καίριον ἐλθόν,
μουνερέτης ἐπέβην, φόρτος ὀφειλόμενος.
ἤγαγεν εἰς λιμένας δὲ καὶ ἔσπειρεν δὶς ὁ πρέσβυς,
νήπιον ἐν γαίῃ, δεύτερον ἐν πελάγει.