marcus argentarius
μηκέτι νῦν μινύριζε παρὰ δρυΐ, μηκέτι φώνει
κλωνὸς ἐπ᾽ ἀκροτάτου, κόσσυφε, κεκλιμένος:
ἐχθρόν σοι τόδε δένδρον ἐπείγεο δ᾽, ἄμπελος ἔνθα
ἀντέλλει γλαυκῶν σύσκιος ἐκ πετάλων
κείνης ταρσὸν ἔρεισον ἐπὶ κλάδον;, ἀμφὶ τ᾽ ἐκείνῃ
μέλπε, λιγὺν προχέων ἐκ στομάτων κέλαδον.
δρῦς γὰρ ἐπ᾽ ὀρνίθεσσι φέρει τὸν ἀνάρσιον ἰξόν,
ἁ δὲ βότρυν στέργει δ᾽ ὑμνοπόλους Βρόμιος.