previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν,
395κληῖδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο,
ἄνδρ᾽ ἐντυναμένω δοιὼ μίαν: ἐκ δ᾽ ἄρα μέσσην
ᾕρεον Ἡρακλῆι καὶ ἡρώων ἄτερ ἄλλων
Ἀγκαίῳ, Τεγέης ὅς ῥα πτολίεθρον ἔναιεν.
τοῖς μέσσην οἴοισιν ἀπὸ κληῖδα λίποντο
400αὔτως, οὔτι πάλῳ: ἐπὶ δ᾽ ἔτρεπον αἰνήσαντες
Τῖφυν ἐυστείρης οἰήια νηὸς ἔρυσθαι.
ἔνθεν δ᾽ αὖ λάιγγας ἁλὸς σχεδὸν ὀχλίζοντες
νήεον αὐτόθι βωμὸν ἐπάκτιον Ἀπόλλωνος,
Ἀκτίου Ἐμβασίοιό τ᾽ ἐπώνυμον: ὦκα δέ τοίγε
405φιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης.
τείως δ᾽ αὖτ᾽ ἀγέληθεν ἐπιπροέηκαν ἄγοντες
βουκόλοι Αἰσονίδαο δύω βόε. τοὺς δ᾽ ἐρύσαντο
κουρότεροι ἑτάρων βωμοῦ σχεδόν. οἱ δ᾽ ἄρ᾽ ἔπειτα
χέρνιβά τ᾽ οὐλοχύτας τε παρέσχεθον. αὐτὰρ Ἰήσων
410εὔχετο κεκλόμενος πατρώιον Ἀπόλλωνα:
κλῦθι ἄναξ, Παγασάς τε πόλιν τ᾽ Αἰσωνίδα ναίων,
ἡμετέροιο τοκῆος ἐπώνυμον, ὅς μοι ὑπέστης
Πυθοῖ χρειομένῳ ἄνυσιν καὶ πείραθ᾽ ὁδοῖο
σημανέειν, αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων:
415αὐτὸς νῦν ἄγε νῆα σὺν ἀρτεμέεσσιν ἑταίροις
κεῖσέ τε καὶ παλίνορσον ἐς Ἑλλάδα. σοὶ δ᾽ ἂν ὀπίσσω
τόσσων, ὅσσοι κεν νοστήσομεν, ἀγλαὰ ταύρων
ἱρὰ πάλιν βωμῷ ἐπιθήσομεν: ἄλλα δὲ Πυθοῖ,
ἄλλα δ᾽ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσω.
420νῦν δ᾽ ἴθι, καὶ τήνδ᾽ ἧμιν, Ἑκηβόλε, δέξο θυηλήν,
ἥν τοι τῆσδ᾽ ἐπίβαθρα χάριν προτεθείμεθα νηὸς
πρωτίστην: λύσαιμι δ᾽, ἄναξ, ἐπ᾽ ἀπήμονι μοίρῃ
πείσματα σὴν διὰ μῆτιν: ἐπιπνεύσειε δ᾽ ἀήτης
μείλιχος, κ᾽ ἐπὶ πόντον ἐλευσόμεθ᾽ εὐδιόωντες.’
, καὶ ἅμ᾽ εὐχωλῇ προχύτας βάλε. τὼ δ᾽ ἐπὶ βουσὶν
ζωσάσθην, Ἀγκαῖος ὑπέρβιος, Ἡρακλέης τε.
ἤτοι μὲν ῥοπάλῳ μέσσον κάρη ἀμφὶ μέτωπα
πλῆξεν, δ᾽ ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίῃ:
Ἀγκαῖος δ᾽ ἑτέροιο κατὰ πλατὺν αὐχένα κόψας
430χαλκείῳ πελέκει κρατεροὺς διέκερσε τένοντας:
ἤριπε δ᾽ ἀμφοτέροισι περιρρηδὴς κεράεσσιν.
τοὺς δ᾽ ἔταροι σφάξαν τε θοῶς, δεῖράν τε βοείας,
κόπτον, δαίτρευόν τε, καὶ ἱερὰ μῆρ᾽ ἐτάμοντο,
κὰδ δ᾽ ἄμυδις τάγε πάντα καλύψαντες πύκα δημῷ
435καῖον ἐπὶ σχίζῃσιν: δ᾽ ἀκρήτους χέε λοιβὰς
Αἰσονίδης, γήθει δὲ σέλας θηεύμενος Ἴδμων
πάντοσε λαμπόμενον θυέων ἄπο τοῖό τε λιγνὺν
πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀίσσουσαν:
αἶψα δ᾽ ἀπηλεγέως νόον ἔκφατο Λητοΐδαο:
440    ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι
ἐνθάδε κῶας ἄγοντας: ἀπειρέσιοι δ᾽ ἐνὶ μέσσῳ
κεῖσέ τε δεῦρό τ᾽ ἔασιν ἀνερχομένοισιν ἄεθλοι.
αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπὸ δαίμονος αἴσῃ
τηλόθι που πέπρωται ἐπ᾽ Ἀσίδος ἠπείροιο.
445ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσιν
πότμον ἐμὸν πάτρης ἐξήιον, ὄφρ᾽ ἐπιβαίην
νηός, ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (3 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 213
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: