previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔνθα δ᾽ ἔσαν σταθμοί τε βοῶν αὖλίς τ᾽ Ἀμύκοιο,
Βεβρύκων βασιλῆος ἀγήνορος, ὅν ποτε νύμφη
τίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα
Βιθυνὶς Μελίη, ὑπεροπληέστατον ἀνδρῶν:
5ὅς τ᾽ ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν,
μήτιν᾽ ἀποστείχειν, πρὶν πειρήσασθαι ἑοῖο
πυγμαχίης: πολέας δὲ περικτιόνων ἐδάιξεν.
καὶ δὲ τότε προτὶ νῆα κιών, χρειώ μιν ἐρέσθαι
ναυτιλίης, οἵ τ᾽ εἶεν, ὑπερβασίῃσιν ἄτισσεν,
10τοῖον δ᾽ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον:
Κέκλυθ᾽, ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ὔμμιν ἔοικεν.
οὔτινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι
ἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ,
πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι.
15τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλου
πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι.
εἰ δ᾽ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας,
κέν τις στυγερῶς κρατερὴ ἐπιέψετ᾽ ἀνάγκη.’
ῥα μέγα φρονέων: τοὺς δ᾽ ἄγριος εἰσαΐοντας
20εἷλε χόλος: περὶ δ᾽ αὖ Πολυδεύκεα τύψεν ὁμοκλη
αἶψα δ᾽ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε:
ἴσχεο νῦν, μηδ᾽ ἄμμι κακήν, ὅτις εὔχεαι εἶναι,
φαῖνε βίην: θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις.
αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι.’
25    ὧς φάτ᾽ ἀπηλεγέως: δ᾽ ἐσέδρακεν ὄμμαθ᾽ ἑλίξας,
ὥστε λέων ὑπ᾽ ἄκοντι τετυμμένος, ὅν τ᾽ ἐν ὄρεσσιν
ἀνέρες ἀμφιπένονται: δ᾽ ἰλλόμενός περ ὁμίλῳ
τῶν μὲν ἔτ᾽ οὐκ ἀλέγει, ἐπὶ δ᾽ ὄσσεται οἰόθεν οἶον
ἄνδρα τόν, ὅς μιν ἔτυψε παροίτατος, οὐδ᾽ ἐδάμασσεν.
30ἔνθ᾽ ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶρος
λεπταλέον, τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναι
ὤπασε Λημνιάδων: δ᾽ ἐρεμνὴν δίπτυχα λώπην
αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν
κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο.
35αὐτίκα δ᾽ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες
ἷζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους,
οὐ δέμας, οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι.
ἀλλ᾽ μὲν ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς
γαίης εἶναι ἔικτο πέλωρ τέκος, οἷα πάροιθεν
40χωομένη Διὶ τίκτεν: δ᾽ οὐρανίῳ ἀτάλαντος
ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασιν
ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί.
τοῖος ἔην Διὸς υἱός, ἔτι χνοάοντας ἰούλους
ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλά οἱ ἀλκὴ
45καὶ μένος ἠύτε θηρὸς ἀέξετο: πῆλε δὲ χεῖρας
πειράζων, εἴθ᾽ ὡς πρὶν ἐυτρόχαλοι φορέονται,
μηδ᾽ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν
οὐ μὰν αὖτ᾽ Ἄμυκος πειρήσατο: σῖγα δ᾽ ἄπωθεν
ἑστηὼς εἰς αὐτὸν ἔχ᾽ ὄμματα, καί οἱ ὀρέχθει
50θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι.
τοῖσι δὲ μεσσηγὺς θεράπων Ἀμύκοιο Λυκωρεὺς
θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας
ὠμούς, ἀζαλέους, περὶ δ᾽ οἵγ᾽ ἔσαν ἐσκληῶτες.
αὐτὰρ τόνγ᾽ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: