previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ζεὺς ἐτεῇ τὰ ἕκαστ᾽ ἐπιδέρκεται: οὐδέ μιν ἄνδρες
1180λήθομεν ἔμπεδον, οἵ τε θεουδέες οὐδὲ δίκαιοι.
ὡς μὲν γὰρ πατέρ᾽ ὑμὸν ὑπεξείρυτο φόνοιο
μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον:
ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν
χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδ᾽ ἐπὶ νηὸς
1185ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετ᾽ Αἶαν,
εἶτε μετ᾽ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο.
τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ
δούρατα Πηλιάδος κορυφῆς πέρι: σὺν δέ οἱ Ἄργος
τεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμ᾽ ἐκέδασσεν,
1190πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵ τ᾽ ἐνὶ πόντῳ
στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν.
ἀλλ᾽ ἄγεθ᾽ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν
κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε
καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλὰς
1195στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν.’
ἴσκε παρηγορέων: οἱ δ᾽ ἔστυγον εἰσαΐοντες.
οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο
κῶας ἄγειν κριοῖο μεμαότας, ὧδε δ᾽ ἔειπεν
Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι:
φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτ᾽ ἀρωγῆς
σχήσεται, οὐδ᾽ ἠβαιόν, ὅτε χρειώ τις ἵκηται.
ἀλλ᾽ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν
Αἰήτης: τῶ καὶ περιδείδια ναυτίλλεσθαι.
στεῦται δ᾽ Ἠελίου γόνος ἔμμεναι: ἀμφὶ δὲ Κόλχων
1205ἔθνεα ναιετάουσιν ἀπείρονα: καὶ δέ κεν Ἄρει
σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι.
οὐ μὰν οὐδ᾽ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο
ῥηίδιον, τοῖός μιν ὄφις περί τ᾽ ἀμφί τ᾽ ἔρυται
ἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαῖ᾽ ἀνέφυσεν
1210Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη,
ἔνθα Τυφάονά φασι Διὸς Κρονίδαο κεραυνῷ
βλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας,
θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον: ἵκετο δ᾽ αὔτως
οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθ᾽ ἔτι νῦν περ
1215κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης.’
ὧς ἄρ᾽ ἔφη: πολέεσσι δ᾽ ἐπὶ χλόος εἷλε παρειὰς
αὐτίκα, τοῖον ἄεθλον ὅτ᾽ ἔκλυον. αἶψα δὲ Πηλεὺς
θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε:
μηδ᾽ οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ.
1220οὔτε γὰρ ὧδ᾽ ἀλκὴν ἐπιδευόμεθ᾽, ὥστε χερείους
ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι.
ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο
κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας.
τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει,
1225οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων.’
ὧς οἵγ᾽ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο,
μέσφ᾽ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν.
ἦρι δ᾽ ἀνεγρομένοισιν ἐυκραὴς ἄεν οὖρος:
ἱστία δ᾽ ἤειραν, τὰ δ᾽ ὑπαὶ ῥιπῆς ἀνέμοιο
1230τείνετο: ῥίμφα δὲ νῆσον ἀποπροέλειπον Ἄρηος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: