previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔλπομαι αὐτῇ νηὶ τόγ᾽ ἔμπεδον ἐξαλέασθαι
ἡμέας: οὐδέ τις ἄλλος ἐπαίτιος, ὅσσον Ἀθήνη,
οἱ ἐνέπνευσεν θεῖον μένος, εὖτέ μιν Ἄργος
γόμφοισιν συνάρασσε: θέμις δ᾽ οὐκ ἔστιν ἁλῶναι.
615Αἰσονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμήν,
εὖτε διὲκ πέτρας φυγέειν θεὸς ἧμιν ὄπασσεν,
μηκέτι δείδιθι τοῖον: ἐπεὶ μετόπισθεν ἀέθλους
εὐπαλέας τελέεσθαι Ἀγηνορίδης φάτο Φινεύς.’
ῥ᾽ ἅμα, καὶ προτέρωσε παραὶ Βιθυνίδα γαῖαν
620νῆα διὲκ πέλαγος σεῦεν μέσον. αὐτὰρ τόνγε
μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπεν:
Τῖφυ, τίη μοι ταῦτα παρηγορέεις ἀχέοντι;
ἤμβροτον ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην.
χρῆν γὰρ ἐφιεμένοιο καταντικρὺ Πελίαο
625αὐτίκ᾽ ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλον
νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι:
νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶνας
ἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα
νηὶ διαπλώειν, στυγέων δ᾽, ὅτ᾽ ἐπ᾽ ἠπείροιο
630βαίνωμεν. πάντῃ γὰρ ἀνάρσιοι ἄνδρες ἔασιν.
αἰεὶ δὲ στονόεσσαν ἐπ᾽ ἤματι νύκτα φυλάσσω,
ἐξότε τὸ πρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε,
φραζόμενος τὰ ἕκαστα σὺ δ᾽ εὐμαρέως ἀγορεύεις
οἶον ἑῆς ψυχῆς ἀλέγων ὕπερ: αὐτὰρ ἔγωγε
635εἷο μὲν οὐδ᾽ ἠβαιὸν ἀτύζομαι: ἀμφὶ δὲ τοῖο
καὶ τοῦ ὁμῶς, καὶ σεῖο, καὶ ἄλλων δείδι᾽ ἑταίρων
εἰ μὴ ἐς Ἑλλάδα γαῖαν ἀπήμονας ὔμμε κομίσσω.’
ὧς φάτ᾽ ἀριστήων πειρώμενος: οἱ δ᾽ ὁμάδησαν
θαρσαλέοις ἐπέεσσιν. δὲ φρένας ἔνδον ἰάνθη
640κεκλομένων, καί ῥ᾽ αὖτις ἐπιρρήδην μετέειπεν:
φίλοι, ὑμετέρῃ ἀρετῇ ἔνι θάρσος ἀέξω.
τούνεκα νῦν οὐδ᾽ εἴ κε διὲξ Ἀίδαο βερέθρων
στελλοίμην, ἔτι τάρβος ἀνάψομαι, εὖτε πέλεσθε
ἔμπεδοι ἀργαλέοις ἐνὶ δείμασιν. ἀλλ᾽ ὅτε πέτρας
645Πληγάδας ἐξέπλωμεν, ὀίομαι οὐκ ἔτ᾽ ὀπίσσω
ἔσσεσθαι τοιόνδ᾽ ἕτερον φόβον, εἰ ἐτεόν γε
φραδμοσύνῃ Φινῆος ἐπισπόμενοι νεόμεσθα.’
ὧς φάτο, καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων,
εἰρεσίῃ δ᾽ ἀλίαστον ἔχον πόνον: αἶψα δὲ τοίγε
650Ῥήβαν ὠκυρόην ποταμὸν σκόπελόν τε Κολώνης,
ἄκρην δ᾽ οὐ μετὰ δηθὰ παρεξενέοντο Μέλαιναν,
τῇ δ᾽ ἄρ᾽ ἐπὶ προχοὰς Φυλληίδας, ἔνθα πάροιθεν
Διψακὸς υἷ᾽ Ἀθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν,
ὁππόθ᾽ ἅμα κριῷ φεῦγεν πόλιν Ὀρχομενοῖο:
655τίκτε δέ μιν νύμφη λειμωνιάς: οὐδέ οἱ ὕβρις
ἥνδανεν, ἀλλ᾽ ἐθελημὸς ἐφ᾽ ὕδασι πατρὸς ἑοῖο
μητέρι συνναίεσκεν ἐπάκτια πώεα φέρβων.
τοῦ μέν θ᾽ ἱερὸν αἶψα, καὶ εὐρείας ποταμοῖο
ἠιόνας πεδίον τε, βαθυρρείοντά τε Κάλπην
660δερκόμενοι παράμειβον, ὁμῶς δ᾽ ἐπὶ ἤματι νύκτα
νήνεμον ἀκαμάτῃσιν ἐπερρώοντ᾽ ἐλάτῃσιν.
οἷον δὲ πλαδόωσαν ἐπισχίζοντες ἄρουραν
ἐργατίναι μογέουσι βόες, περὶ δ᾽ ἄσπετος ἱδρὼς
εἴβεται ἐκ λαγόνων τε καὶ αὐχένος: ὄμματα δέ σφιν
665λοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ: αὐτὰρ ἀυτμὴ
αὐαλέη στομάτων ἄμοτον βρέμει: οἱ δ᾽ ἐνὶ γαίῃ
χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται.
τοῖς ἴκελοι ἥρωες ὑπὲξ ἁλὸς εἷλκον ἐρετμά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), MELAENA
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: