previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δ᾽ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες,
τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν,
Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆ᾽ ἐβάλοντο
485ἥρωες: Κόλχον δ᾽ ὄλεκον στόλον, ἠύτε κίρκοι
φῦλα πελειάων, ἠὲ μέγα πῶυ λέοντες
ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες.
οὐδ᾽ ἄρα τις κείνων θάνατον φύγε, πάντα δ᾽ ὅμιλον
πῦρ τε δηιόωντες ἐπέδραμον: ὀψὲ δ᾽ Ἰήσων
490ἤντησεν, μεμαὼς ἐπαμυνέμεν οὐ μάλ᾽ ἀρωγῆς
δευομένοις: ἤδη δὲ καὶ ἀμφ᾽ αὐτοῖο μέλοντο.
ἔνθα δὲ ναυτιλίης πυκινὴν περὶ μητιάασκον
ἑζόμενοι βουλήν: ἐπὶ δέ σφισιν ἤλυθε κούρη
φραζομένοις: Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον:
495    ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆ᾽ ἐπιβάντας
εἰρεσίῃ περάαν πλόον ἀντίον, ἐπέχουσιν
δήιοι: ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα
ἔλπομαι οὐχ ἕνα μῦθον, ὅτις προτέρωσε δίεσθαι
ἡμέας ὀτρυνέει, τοὺς πεισέμεν: οἷα δ᾽ ἄνακτος
500εὔνιδες, ἀργαλέῃσι διχοστασίῃς κεδόωνται.
ῥηιδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν,
τ᾽ εἴη μετέπειτα κατερχομένοισι κέλευθος.’
ὧς ἔφατ᾽: ᾔνησαν δὲ νέοι ἔπος Λἰακίδαο.
ῥίμφα δὲ νῆ᾽ ἐπιβάντες ἐπερρώοντ᾽ ἐλάτῃσιν
505νωλεμές, ὄφρ᾽ ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο,
ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ἠριδανοῖο.
Κόλχοι δ᾽ ὁππότ᾽ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος,
ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης
Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός. ἀλλ᾽ ἀπέρυκεν
510Ἥρη σμερδαλέῃσι κατ᾽ αἰθέρος ἀστεροπῇσιν.
ὕστατον αὐτοὶ δ᾽ αὖτε Κυταιίδος ἤθεα γαίης
στύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο,
ἔμπεδα δ᾽ ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν.
οἱ μὲν ἐπ᾽ αὐτάων νήσων ἔβαν, ᾗσιν ἐπέσχον
515ἥρωες, ναίουσι δ᾽ ἐπώνυμοι Ἀψύρτοιο:
οἱ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο,
τύμβος ἵν᾽ Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν,
ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι: οἱ δ᾽ ἐν ὄρεσσιν
ἐνναίουσιν, ἅπερ τε Κεραύνια κικλήσκονται,
520ἐκ τόθεν, ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοὶ
νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι.
ἥρωες δ᾽, ὅτε δή σφιν ἐείσατο νόστος ἀπήμων,
δή ῥα τότε προμολόντες ἐπὶ χθονὶ πείσματ᾽ ἔδησαν
Ὑλλήων. νῆσοι γὰρ ἐπιπρούχοντο θαμειαὶ
525ἀργαλέην πλώουσιν ὁδὸν μεσσηγὺς ἔχουσαι
οὐδέ σφιν, ὡς καὶ πρίν, ἀνάρσια μητιάασκον
Ὑλλῆες: πρὸς δ᾽ αὐτοὶ ἐμηχανόωντο κέλευθον,
μισθὸν ἀειρόμενοι τρίποδα μέγαν Ἀπόλλωνος.
δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαι
530Αἰσονίδῃ περόωντι κατὰ χρέος, ὁππότε Πυθὼ
ἱρὴν πευσόμενος μετεκίαθε τῆσδ᾽ ὑπὲρ αὐτῆς
ναυτιλίης: πέπρωτο δ᾽, ὅπῃ χθονὸς ἱδρυνθεῖεν,
μήποτε τὴν δῄοισιν ἀναστήσεσθαι ἰοῦσιν.
τούνεκεν εἰσέτι νῦν κείνῃ ὅδε κεύθεται αἴῃ
535ἀμφὶ πόλιν ἀγανὴν Ὑλληίδα, πολλὸν ἔνερθεν
οὔδεος, ὥς κεν ἄφαντος ἀεὶ μερόπεσσι πέλοιτο.
οὐ μὲν ἔτι ζώοντα καταυτόθι τέτμον ἄνακτα
Ὕλλον, ὃν εὐειδὴς Μελίτη τέκεν Ἡρακλῆι
δήμῳ Φαιήκων. γὰρ οἰκία Ναυσιθόοιο
540Μάκριν τ᾽ εἰσαφίκανε, Διωνύσοιο τιθήνην,
νιψόμενος παίδων ὀλοὸν φόνον: ἔνθ᾽ ὅγε κούρην
Αἰγαίου ἐδάμασσεν ἐρασσάμενος ποταμοῖο,
νηιάδα Μελίτην: δὲ σθεναρὸν τέκεν Ὕλλον.
οὐδ᾽ ἄρ᾽ ὅγ᾽ ἡβήσας αὐτῇ ἐνὶ ἔλδετο νήσῳ
ναίειν, κοιρανέοντος ὑπ᾽ ὀφρύσι Ναυσιθόοιο:
βῆ δ᾽ ἅλαδε Κρονίην, αὐτόχθονα λαὸν ἀγείρας
Φαιήκων: σὺν γάρ οἱ ἄναξ πόρσυνε κέλευθον
550ἥρως Ναυσίθοος: τόθι δ᾽ εἵσατο, καί μιν ἔπεφνον
Μέντορες, ἀγραύλοισιν ἀλεξόμενον περὶ βουσίν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: