previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


885    τὸν δ᾽ αὖτ᾽ Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν:
Αἰακίδη, πῇ δ᾽ οἵδε κυβερνητῆρες ἔασιν;
οὓς μὲν γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθ᾽ εἶναι,
οἱ δὲ κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσιν.
τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην,
890εἰ δὴ μήτ᾽ ὀλοοῖο μετὰ πτόλιν Αἰήταο
ἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι
πετράων ἔκτοσθε, κατ᾽ αὐτόθι δ᾽ ἄμμε καλύψει
ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας.’
ὧς ἔφατ᾽: Ἀγκαῖος δὲ μάλ᾽ ἐσσυμένως ὑπέδεκτο
895νῆα θοὴν ἄξειν: δὴ γὰρ θεοῦ ἐτράπεθ᾽ ὁρμῇ.
τὸν δὲ μετ᾽ Ἐργῖνος καὶ Ναύπλιος Εὔφημός τε
ὤρνυντ᾽, ἰθύνειν λελιημένοι. ἀλλ᾽ ἄρα τούσγε
ἔσχεθον: Ἀγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων.
Ἠῷοι δἤπειτα δυωδεκάτῳ ἐπέβαινον
900ἤματι: δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἄητο.
καρπαλίμως δ᾽ Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς,
ἐκ δ᾽ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δ᾽ ἐπιπρὸ
λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες.
ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο
905ἤλυθον, ἔνθ᾽ ἐνέπουσι Διὸς Νυσήιον υἷα,
Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας,
ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν,
ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας,
ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες
910ἠδὲ καὶ Αὐλίον ἄντρον ἐπωνυμίην καλέουσιν.
ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο,
ὅς ῥά τ᾽ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο
ἂψ ἀνιὼν--δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι--
βλήμενος ἰῷ κεῖθεν ἐπ᾽ ἀγχιάλου θάνεν ἀκτῆς.
915οὐ μέν θην προτέρω ἔτ᾽ ἐμέτρεον. ἧκε γὰρ αὐτὴ
Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο
λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι.
τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα
τοῖος ἐών, οἷος πόλεμόνδ᾽ ἴεν: ἀμφὶ δὲ καλὴ
920τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ.
καί ῥ᾽ μὲν αὖτις ἔδυνε μέγαν ζόφον: οἱ δ᾽ ἐσιδόντες
θάμβησαν: τοὺς δ᾽ ὦρσε θεοπροπέων ἐπικέλσαι
Ἀμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι.
οἱ δ᾽ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες
925πείσματ᾽ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο,
χύτλα τέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων.
ἄνδιχα δ᾽ αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνι
βωμὸν δειμάμενοι μῆρ᾽ ἔφλεγον ἂν δὲ καὶ Ὀρφεὺς
θῆκε λύρην: ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ.
930    αὐτίκα δ᾽ οἵγ᾽ ἀνέμοιο κατασπέρχοντος ἔβησαν
νῆ᾽ ἔπι: κὰδ δ᾽ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο
ἐς πόδας ἀμφοτέρους: δ᾽ ἐς πέλαγος πεφόρητο
ἐντενές, ἠύτε τίς τε δι᾽ ἠέρος ὑψόθι κίρκος
ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐδὲ τινάσσει
935ῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν.
καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος,
πρηυτάτου ποταμοῦ, παρεμέτρεον, ἔνι κούρη
Λητωίς, ἄγρηθεν ὅτ᾽ οὐρανὸν εἰσαναβαίνῃ,
ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν.
940νυκτί δ᾽ ἔπειτ᾽ ἄλληκτον ἐπιπροτέρωσε θέοντες
σήσαμον αἰπεινούς τε παρεξενέοντ᾽ Ἐρυθίνους,
Κρωβίαλον, Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον.
ἔνθεν δ᾽ αὖτε Κάραμβιν ἅμ᾽ ἠελίοιο βολῇσιν
γνάμψαντες παρὰ πουλὺν ἔπειτ᾽ ἤλαυνον ἐρετμοῖς
945αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπ᾽ ἤματι ϝύκτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: