previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀλλά, θεαί, πῶς τῆσδε παρὲξ ἁλός, ἀμφί τε γαῖαν
Αὐσονίην νήσους τε Λιγυστίδας, αἳ καλέονται
Στοιχάδες, Ἀργῴης περιώσια σήματα νηὸς
555νημερτὲς πέφαται; τίς ἀπόπροθι τόσσον ἀνάγκη
καὶ χρειώ σφ᾽ ἐκόμισσε; τίνες σφέας ἤγαγον αὖραι;
αὐτόν που μεγαλωστὶ δεδουπότος Ἀψύρτοιο
Ζῆνα, θεῶν βασιλῆα, χόλος λάβεν, οἷον ἔρεξαν.
Αἰαίης δ᾽ ὀλοὸν τεκμήρατο δήνεσι Κίρκης
560αἷμ᾽ ἀπονιψαμένους, πρό τε μυρία πημανθέντας,
νοστήσειν. τὸ μὲν οὔτις ἀριστήων ἐνόησεν:
ἀλλ᾽ ἔθεον γαίης Ὑλληίδος ἐξανιόντες
τηλόθι: τὰς δ᾽ ἀπέλειπον, ὅσαι Κόλχοισι πάροιθεν
ἑξείης πλήθοντο Λιβυρνίδες εἰν ἁλὶ νῆσοι,
565Ἴσσα τε Δυσκέλαδός τε καὶ ἱμερτὴ Πιτύεια.
αὐτὰρ ἔπειτ᾽ ἐπὶ τῇσι παραὶ Κέρκυραν ἵκοντο,
ἔνθα Ποσειδάων Ἀσωπίδα νάσσατο κούρην,
ἠύκομον Κέρκυραν, ἑκὰς Φλιουντίδος αἴης,
ἁρπάξας ὑπ᾽ ἔρωτι: μελαινομένην δέ μιν ἄνδρες
570ναυτίλοι ἐκ πόντοιο κελαινῇ πάντοθεν ὕλῃ
δερκόμενοι Κέρκυραν ἐπικλείουσι Μέλαιναν.
τῇ δ᾽ ἐπὶ καὶ Μελίτην, λιαρῷ περιγηθέες οὔρῳ,
αἰπεινήν τε Κερωσσόν, ὕπερθε δὲ πολλὸν ἐοῦσαν
Νυμφαίην παράμειβον, ἵνα κρείουσα Καλυψὼ
575Ἀτλαντὶς ναίεσκε: τὰ δ᾽ ἠεροειδέα λεύσσειν
οὔρεα δοιάζοντο Κεραύνια. καὶ τότε βουλὰς
ἀμφ᾽ αὐτοῖς Ζηνός τε μέγαν χόλον ἐφράσαθ᾽ Ἥρη.
μηδομένη δ᾽ ἄνυσιν τοῖο πλόου, ὦρσεν ἀέλλας
ἀντικρύ, ταῖς αὖτις ἀναρπάγδην φορέοντο
580νήσου ἔπι κραναῆς Ἠλεκτρίδος. αὐτίκα δ᾽ ἄφνω
ἴαχεν ἀνδρομέῃ ἐνοπῇ μεσσηγὺ θεόντων
αὐδῆεν γλαφυρῆς νηὸς δόρυ, τό ῥ᾽ ἀνὰ μέσσην
στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.
τοὺς δ᾽ ὀλοὸν μεσσηγὺ δέος λάβεν εἰσαΐοντας
585φθογγήν τε Ζηνός τε βαρὺν χόλον. οὐ γὰρ ἀλύξειν
ἔννεπεν οὔτε πόρους δολιχῆς ἁλός, οὔτε θυέλλας
ἀργαλέας, ὅτε μὴ Κίρκη φόνον Ἀψύρτοιο
νηλέα νίψειεν: Πολυδεύκεα δ᾽ εὐχετάασθαι
Κάστορά τ᾽ ἀθανάτοισι θεοῖς ἤνωγε κελεύθους
590Αὐσονίης ἔμπροσθε πορεῖν ἁλός, ἔνι Κίρκην
δήουσιν, Πέρσης τε καὶ Ἠελίοιο θύγατρα.
ὧς Ἀργὼ ἰάχησεν ὑπὸ κνέφας: οἱ δ᾽ ἀνόρουσαν
Τυνδαρίδαι, καὶ χεῖρας ἀνέσχεθον ἀθανάτοισιν
εὐχόμενοι τὰ ἕκαστα: κατηφείη δ᾽ ἔχεν ἄλλους
595ἥρωας Μινύας. δ᾽ ἔσσυτο πολλὸν ἐπιπρὸ
λαίφεσιν, ἐς δ᾽ ἔβαλον μύχατον ῥόον Ἠριδανοῖο:
ἔνθα ποτ᾽ αἰθαλόεντι τυπεὶς πρὸς στέρνα κεραυνῷ
ἡμιδαὴς Φαέθων πέσεν ἅρματος Ἠελίοιο
λίμνης ἐς προχοὰς πολυβενθέος: δ᾽ ἔτι νῦν περ
600τραύματος αἰθομένοιο βαρὺν ἀνακηκίει ἀτμόν.
οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας
οἰωνὸς δύναται βαλέειν ὕπερ: ἀλλὰ μεσηγὺς
φλογμῷ ἐπιθρώσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι
Ἡλιάδες ταναῇσιν ἐελμέναι αἰγείροισιν,
605μύρονται κινυρὸν μέλεαι γόον: ἐκ δὲ φαεινὰς
ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε,
αἱ μέν τ᾽ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται:
εὖτ᾽ ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνης
ἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο,
610δὴ τότ᾽ ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα
κυμαίνοντι ῥόῳ. Κελτοὶ δ᾽ ἐπὶ βάξιν ἔθεντο,
ὡς ἄρ᾽ Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαο
ἐμφέρεται δίναις, τε μυρία χεῦε πάροιθεν,
ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν,
615οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς,
χωόμενος περὶ παιδί, τὸν ἐν λιπαρῇ Λακερείῃ
δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο.
καὶ τὰ μὲν ὧς κείνοισι μετ᾽ ἀνδράσι κεκλήισται.
τοὺς δ᾽ οὔτε βρώμης ᾕρει πόθος, οὐδὲ ποτοῖο,
620οὔτ᾽ ἐπὶ γηθοσύνας τράπετο νόος. ἀλλ᾽ ἄρα τοίγε
ἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες
ὀδμῇ λευγαλέῃ, τήν ῥ᾽ ἄσχετον ἐξανίεσκον
τυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο:
νύκτας δ᾽ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον
625Ἡλιάδων λιγέως: τὰ δὲ δάκρυα μυρομένῃσιν
οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: