next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Book 1


ΠΡΟΟΙΜΙΟΝ

Ῥωμαίοις δῆμος καὶ βουλὴ πολλάκις ἐς ἀλλήλους περί τε νόμων θέσεως καὶ χρεῶν ἀποκοπῆς γῆς διαδατουμένης ἐν ἀρχαιρεσίαις ἐστασίασαν: οὐ μήν τι χειρῶν ἔργον ἔμφυλον ἦν, ἀλλὰ διαφοραὶ μόναι καὶ ἔριδες ἔννομοι, καὶ τάδε μετὰ πολλῆς αἰδοῦς εἴκοντες ἀλλήλοις διετίθεντο. δὲ δῆμός ποτε καὶ στρατευόμενος ἐς τοιάνδε ἔριν ἐμπεσὼν οὐκ ἐχρήσατο τοῖς ὅπλοις παροῦσιν, ἀλλ᾽ ἐς τὸ ὄρος ἐκδραμών, τὸ ἀπὸ τοῦδε κλῃζόμενον ἱερόν, οὐδὲν οὐδὲ τότε χειρῶν ἔργον, ἀλλ᾽ ἀρχὴν ἑαυτοῦ προστάτιν ἀπέφηνε καὶ ἐκάλεσε δημαρχίαν ἐς κώλυσιν μάλιστα τῶν ὑπάτων ἀπὸ τῆς βουλῆς αἱρουμένων μὴ ἐντελὲς αὐτοῖς ἐπὶ τῇ πολιτείᾳ τὸ κράτος εἶναι. ὅθεν δὴ καὶ μάλιστα δυσμενέστερον ἔτι καὶ φιλονεικότερον ἐς ἀλλήλας αἱ ἀρχαὶ διετίθεντο ἀπὸ τοῦδε, καὶ βουλὴ καὶ δῆμος ἐς αὐτὰς ἐμερίζετο ὡς ἐν ταῖς τῶνδε πλεονεξίαις ἑκάτεροι τῶν ἑτέρων ἐπικρατοῦντες. Μάρκιός τε Κοριολανὸς ἐν ταῖσδε ταῖς ἔρισιν ἐξελαθεὶς παρὰ δίκην ἐς Οὐολούσκους ἔφυγέ τε καὶ πόλεμον ἐπήγαγε τῇ πατρίδι.

[2] καὶ τοῦτο μόνον ἄν τις εὕροι τῶν πάλαι στάσεων ἔργον ἔνοπλον, καὶ τοῦθ᾽ ὑπ᾽ αὐτομόλου γενόμενον, ξίφος δὲ οὐδέν πω παρενεχθὲν ἐς ἐκκλησίαν οὐδὲ φόνον ἔμφυλον, πρίν γε Τιβέριος Γράκχος δημαρχῶν καὶ νόμους ἐσφέρων πρῶτος ὅδε ἐν στάσει ἀπώλετο καὶ ἐπ᾽ αὐτῷ πολλοὶ κατὰ τὸ Καπιτώλιον εἱλούμενοι περὶ τὸν νεὼν ἀνῃρέθησαν. καὶ οὐκ ἀνέσχον ἔτι αἱ στάσεις ἐπὶ τῷδε τῷ μύσει, διαιρουμένων ἑκάστοτε σαφῶς ἐπ᾽ ἀλλήλοις καὶ ἐγχειρίδια πολλάκις φερόντων κτιννυμένης τέ τινος ἀρχῆς ἐκ διαστήματος ἐν ἱεροῖς ἐκκλησίαις ἀγοραῖς, δημάρχων στρατηγῶν ὑπάτων τῶν ἐς ταῦτα παραγγελλόντων τῶν ἄλλως ἐπιφανῶν. ὕβρις τε ἄκοσμος ἐπεῖχεν αἰεὶ δι᾽ ὀλίγου καὶ νόμων καὶ δίκης αἰσχρὰ καταφρόνησις. προιόντος δ᾽ ἐς μέγα τοῦ κακοῦ, ἐπαναστάσεις ἐπὶ τὴν πολιτείαν φανεραὶ καὶ στρατεῖαι μεγάλαι καὶ βίαιοι κατὰ τῆς πατρίδος ἐγίγνοντο φυγάδων ἀνδρῶν καταδίκων περὶ ἀρχῆς τινος στρατοπέδου φιλονικούντων ἐς ἀλλήλους. δυναστεῖαί τε ἦσαν ἤδη κατὰ πολλὰ καὶ στασίαρχοι μοναρχικοί, οἱ μὲν οὐ μεθιέντες ἔτι τὰ πιστευθέντα σφίσιν ὑπὸ τοῦ δήμου στρατόπεδα, οἱ δὲ καὶ κατὰ σφᾶς ἄνευ τοῦ κοινοῦ κατ᾽ ἀλλήλων ξενολογοῦντες. ὁπότεροι δ᾽ αὐτῶν τὴν πόλιν προλάβοιεν, τοῖς ἑτέροις ἦν ἀγὼν λόγῳ μὲν ἐπὶ τοὺς ἀντιστασιώτας, ἔργῳ δ᾽ ἐπὶ τὴν πατρίδα: ἐσέβαλλον γὰρ ὡς ἐς πολεμίαν, καὶ σφαγαὶ τῶν ἐν ποσὶν ἐγίγνοντο νηλεεῖς καὶ ἄλλων ἐπὶ θανάτῳ προγραφαὶ καὶ φυγαὶ καὶ δημεύσεις, ἐνίων δὲ καὶ βάσανοι πάμπαν ἐπαχθεῖς.

[3] ἔργον τε οὐδὲν ἀηδὲς ἀπῆν, μέχρι τῶνδε τῶν στασιάρχων εἷς ἔτει πεντηκοστῷ μάλιστα ἀπὸ Γράκχου, Κορνήλιος Σύλλας, κακῷ τὸ κακὸν ἰώμενος μόναρχον αὑτὸν ἀπέφηνεν ἐπὶ πλεῖστον: οὓς δικτάτορας ἐκάλουν τε καὶ ἐπὶ ταῖς φοβερωτάταις χρείαις ἑξαμήνους τιθέμενοι ἐκ πολλοῦ διελελοίπεσαν. δὲ Σύλλας βίᾳ μὲν καὶ ἀνάγκῃ, λόγῳ δ᾽ αἱρετός, ἐς αἰεὶ δικτάτωρ γενόμενος ὅμως, ἐπεί τε ἐκορέσθη τῆς δυναστείας, πρῶτος ἀνδρῶν ὅδε μοι δοκεῖ θαρρῆσαι τυραννικὴν ἀρχὴν ἑκὼν ἀποθέσθαι καὶ ἐπειπεῖν, ὅτι καὶ τοῖς μεμφομένοις εὐθύνας ὑφέξει, ἰδιώτης τε ὁρώντων ἁπάντων ἐς πολὺ βαδίσαι κατ᾽ ἀγορὰν καὶ ἐπανελθεῖν ἀπαθὴς οἴκαδε. τυσοῦτον ἦν ἄρα τοῖς ὁρῶσιν ἔτι τῆς ἀρχῆς αὐτοῦ δέος τῆς ἀποθέσεως κατάπληξις τῶν εὐθυνῶν τῆς ἐπαγγελίας αἰδὼς ἄλλη φιλανθρωπία καὶ λογισμὸς ἐπὶ συμφέροντι τὴν τυραννίδα γενέσθαι.

ὧδε μὲν ἐπὶ βραχὺ ἔληξαν αἱ στάσεις ἐπὶ Σύλλα, καὶ κακῶν ἀντίδοσις ἦν ὧν Σύλλας εἰργάζετο: [4] μετὰ δὲ Σύλλαν αὖθις ὅμοια ἀνερριπίζετο, μέχρι Γάιος Καῖσαρ, αἱρετὴν ἀρχὴν ἐπὶ πολὺ δυναστεύων ἐν Γαλατίᾳ, τῆς βουλῆς αὐτὸν ἀποθέσθαι κελευούσης αἰτιώμενος οὐ τὴν βουλήν, ἀλλὰ Πομπήιον, ἐχθρὸν ὄντα οἱ καὶ στρατοῦ περὶ τὴν Ἰταλίαν ἡγούμενον, ὡς τῆς ἀρχῆς αὐτὸν ἐπιβουλεύοντα παραλύειν, προυτίθει προκλήσεις ἄμφω τὰ στρατεύματα ἔχειν ἐς τῆς ἔχθρας τὴν ἀφοβίαν καὶ Πομπήιον οὓς ἔχοι μεθέντα ἰδιωτεύειν ὁμοίως ὑπὸ νόμοις. οὐ πείθων δ᾽ ἐς οὐδέτερα ἐκ Γαλατίας ἤλαυνεν ἐπὶ τὸν Πομπήιον ἐς τὴν πατρίδα, ἐσβαλών τε ἐς αὐτὴν καὶ διώκων ἐκφυγόντα περὶ Θεσσαλίαν ἐνίκησε μεγάλῃ μάχῃ λαμπρῶς καὶ ἐδίωκεν ἐς Αἴγυπτον ὑποφεύγοντα. ἀναιρεθέντος δὲ Πομπηίου πρὸς ἀνδρῶν Αἰγυπτίων ἐπανῆλθεν ἐς Ῥώμην, ἔστιν καὶ περὶ Αἴγυπτον ἐργασάμενός τε καὶ ἐπιμείνας, μέχρι καταστήσαιτο αὐτῇ τοὺς βασιλέας. στασιώτην τε μέγιστον, διὰ μεγαλουργίαν πολεμικὴν Μέγας ἐπώνυμον ἦν, οὗτος δὴ μάλιστα πολέμου κράτει σαφῶς καθελών, οὐδενὸς αὐτῷ θαρροῦντος εἰς οὐδὲν ἔτι ἀντειπεῖν, δεύτερος ἐπὶ Σύλλᾳ δικτάτωρ ἐς τὸ διηνεκὲς ᾑρέθη: καὶ στάσεις αὖθις κατεπαύοντο πᾶσαι, ἔστε καὶ τόνδε Βροῦτος καὶ Κάσσιος ζήλῳ τε τῆς ἀρχῆς τοῦ μεγέθους καὶ πόθῳ τῆς πατρίου πολιτείας ἐν τῷ βουλευτηρίῳ κατέκανον, δημοτικώτατον καὶ ἐμπειρότατον ἀρχῆς γενόμενον. γέ τοι δῆμος αὐτὸν μάλιστα πάντων ἐπεπόθησε, καὶ τοὺς σφαγέας ἐζήτουν περιιόντες καὶ τὸ σῶμα ἔθαψαν ἐν ἀγορᾷ μέσῃ καὶ νεὼν ἐπῳκοδόμησαν τῇ πυρᾷ καὶ θύουσιν ὡς θεῷ.

[5] αἱ δὲ στάσεις ἐπὶ τῷδε μάλιστα αὖθις ἐπανελθοῦσαί τε καὶ αὐξηθεῖσαι δυνατώτατα ἐς μέγα προῆλθον, καὶ φόνοι καὶ φυγαὶ καὶ ἐπὶ θανάτῳ προγραφαὶ βουλευτῶν τε καὶ τῶν καλουμένων ἱππέων, κατὰ πλῆθος ἀθρόως ἑκατέρων, ἐγίγνοντο, τοὺς ἐχθροὺς ἀλλήλοις τῶν στασιωτῶν ἀντιπαρεχόντων καὶ ἐς τοῦτο ἀμελούντων καὶ φίλων καὶ ἀδελφῶν: τοσοῦτον ἐκράτει τῆς ἐς τὰ οἰκεῖα εὐνοίας ἐς τὰ ἀντίπαλα φιλονικία. προιόντες τε τὴν Ῥωμαίων ἀρχὴν ὡς ἰδιωτικὸν σφῶν κτῆμα διενείμαντο ἐφ᾽ ἑαυτῶν τρεῖς οἵδε ἄνδρες, Ἀντώνιός τε καὶ Λέπιδος καὶ ὅτῳ πρότερον μὲν Ὀκτάουιος ὄνομα ἦν, Καίσαρι δὲ πρὸς γένους ὢν καὶ θετὸς ἐν διαθήκαις ὑπ᾽ αὐτοῦ γενόμενος Καῖσαρ ἐκ τοῦδε μετωνομάζετο. ἐπὶ δὲ τῇ διαιρέσει τῇδε μετὰ βραχὺ συμπεσόντες, ὡς εἰκὸς ἦν, ἐς ἀλλήλους Καῖσαρ αὐτῶν συνέσει τε καὶ ἐμπειρίᾳ προύχων Λέπιδον μὲν πρότερον αὐτῶν ἣν ἐκεκλήρωτο Λιβύην, ἐπὶ δὲ τῷ Λεπίδῳ καὶ Ἀντώνιον πολέμῳ περὶ Ἄκτιον ἀφείλετο τὴν ἀπὸ Συρίας ἐπὶ κόλπον τὸν Ἰόνιον ἀρχήν. ἐπί τε τούτοις, μεγίστοις δὴ φανεῖσι καὶ ἐς ἔκπληξιν ἅπαντας ἐμβαλοῦσιν, εἷλε καὶ Αἴγυπτον ἐπιπλεύσας, χρονιωτάτη τε ἦν ἐς τότε καὶ δυνατωτάτη μετὰ Ἀλέξανδρον ἀρχὴ καὶ μόνη Ῥωμαίοις ἔλειπεν ἐς τὰ νῦν ὄντα, ὥστε Σεβαστὸς εὐθὺς ἐπὶ τοῖς ἔργοις, ἔτι περιών, ὅδε πρῶτος ὀφθῆναί τε Ῥωμαίοις καὶ κληθῆναι πρὸς αὐτῶν, αὐτός τε ἑαυτόν, ὥσπερ Γάιος καὶ ἐς τὸ δυνατώτερον ἔτι Γαΐου, ἄρχοντα ἀποφῆναι τῇ τε πατρίδι καὶ τοῖς ὑπ᾽ αὐτὴν ἔθνεσιν ἅπασιν, οὐδὲν αἱρέσεως χειροτονίας προσποιήματος ἔτι δεηθείς. χρονίου δ᾽ αὐτῷ καὶ ἐγκρατοῦς τῆς ἀρχῆς γενομένης, ἐπιτυχὴς ἐς πάντα καὶ φοβερὸς ὢν γένος ἀφ᾽ ἑαυτοῦ καὶ διαδοχὴν τὴν ἐπικρατοῦσαν ὁμοίως ἐπ᾽ ἐκείνῳ κατέλιπεν.

[6] ὧδε μὲν ἐκ στάσεων ποικίλων πολιτεία Ῥωμαίοις ἐς ὁμόνοιαν καὶ μοναρχίαν περιέστη: ταῦτα δ᾽ ὅπως ἐγένετο, συνέγραψα καὶ συνήγαγον, ἀξιοθαύμαστα ὄντα τοῖς ἐθέλουσιν ἰδεῖν φιλοτιμίαν ἀνδρῶν ἄμετρον καὶ φιλαρχίαν δεινὴν καρτερίαν τε ἄτρυτον καὶ κακῶν ἰδέας μυρίων, μάλιστα δ᾽, ὅτι μοι τῆς Αἰγυπτίας συγγραφῆς τάδε προηγούμενα καὶ τελευτήσοντα εἰς ἐκείνην ἀναγκαῖον ἦν προαναγράψασθαι: ὧδε γὰρ Αἴγυπτος ἐλήφθη, διὰ τήνδε τὴν στάσιν, Ἀντωνίῳ Κλεοπάτρας συμμαχούσης. διῄρηται δ᾽ αὐτῶν διὰ τὸ πλῆθος ἐνθάδε μέν, ὅσα ἐπὶ Κορνήλιον Σύλλαν ἀπὸ Σεμπρωνίου Γράκχου, ἑξῆς δ᾽, ὅσα μέχρι Γαΐου Καίσαρος τῆς τελευτῆς. αἱ δὲ λοιπαὶ τῶν ἐμφυλίων βίβλοι δεικνύουσιν, ὅσα οἱ τρεῖς ἐς ἀλλήλους τε καὶ Ῥωμαίους ἔδρασαν, μέχρι τὸ τελευταῖον δὴ τῶν στάσεων καὶ μέγιστον ἔργον, τὸ περὶ Ἄκτιον Καίσαρι πρὸς Ἄντώνιον ὁμοῦ καὶ Κλεοπάτραν γενόμενον, ἀρχὴ καὶ τῆς Αἰγυπτιακῆς συγγραφῆς ἔσται.


[7] Ῥωμαῖοι τὴν Ἰταλίαν πολέμῳ κατὰ μέρη χειρούμενοι γῆς μέρος ἐλάμβανον καὶ πόλεις ἐνῴκιζον ἐς τὰς πρότερον οὔσας κληρούχους ἀπὸ σφῶν κατέλεγον. καὶ τάδε μὲν ἀντὶ φρουρίων ἐπενόουν, τῆς δὲ γῆς τῆς δορικτήτου σφίσιν ἑκάστοτε γιγνομένης τὴν μὲν ἐξειργασμένην αὐτίκα τοῖς οἰκιζομένοις ἐπιδιῄρουν ἐπίπρασκον ἐξεμίσθουν, τὴν δ᾽ ἀργὸν ἐκ τοῦ πολέμου τότε οὖσαν, δὴ καὶ μάλιστα ἐπλήθυεν, οὐκ ἄγοντές πω σχολὴν διαλαχεῖν ἐπεκήρυττον ἐν τοσῷδε τοῖς ἐθέλουσιν ἐκπονεῖν ἐπὶ τέλει τῶν ἐτησίων καρπῶν, δεκάτῃ μὲν τῶν σπειρομένων, πέμπτῃ δὲ τῶν φυτευομένων. ὥριστο δὲ καὶ τοῖς προβατεύουσι τέλη μειζόνων τε καὶ ἐλαττόνων ζῴων. καὶ τάδε ἔπραττον ἐς πολυανδρίαν τοῦ Ἰταλικοῦ γένους, φερεπονωτάτου σφίσιν ὀφθέντος, ἵνα συμμάχους οἰκείους ἔχοιεν. ἐς δὲ τοὐναντίον αὐτοῖς περιῄει. οἱ γὰρ πλούσιοι τῆσδε τῆς ἀνεμήτου γῆς τὴν πολλὴν καταλαβόντες καὶ χρόνῳ θαρροῦντες οὔ τινα σφᾶς ἔτι ἀφαιρήσεσθαι τά τε ἀγχοῦ σφίσιν ὅσα τε ἦν ἄλλα βραχέα πενήτων, τὰ μὲν ὠνούμενοι πειθοῖ, τὰ δὲ βίᾳ λαμβάνοντες, πεδία μακρὰ ἀντὶ χωρίων ἐγεώργουν, ὠνητοῖς ἐς αὐτὰ γεωργοῖς καὶ ποιμέσι χρώμενοι τοῦ μὴ τοὺς ἐλευθέρους ἐς τὰς στρατείας ἀπὸ τῆς γεωργίας περισπᾶν, φερούσης ἅμα καὶ τῆσδε τῆς κτήσεως αὐτοῖς πολὺ κέρδος ἐκ πολυπαιδίας θεραπόντων ἀκινδύνως αὐξομένων διὰ τὰς ἀστρατείας. ἀπὸ δὲ τούτων οἱ μὲν δυνατοὶ πάμπαν ἐπλούτουν, καὶ τὸ τῶν θεραπόντων γένος ἀνὰ τὴν χώραν ἐπλήθυε, τοὺς δ᾽ Ἰταλιώτας ὀλιγότης καὶ δυσανδρία κατελάμβανε, τρυχομένους πενίᾳ τε καὶ ἐσφοραῖς καὶ στρατείαις. εἰ δὲ καὶ σχολάσειαν ἀπὸ τούτων, ἐπὶ ἀργίας διετίθεντο, τῆς γῆς ὑπὸ τῶν πλουσίων ἐχομένης καὶ γεωργοῖς χρωμένων θεράπουσιν ἀντὶ ἐλευθέρων.

[8] ἐφ᾽ οἷς δῆμος ἐδυσφόρει μὲν ὡς οὔτε συμμάχων ἐξ Ἰταλίας ἔτι εὐπορήσων οὔτε τῆς ἡγεμονίας οἱ γενησομένης ἀκινδύνου διὰ πλῆθος τοσόνδε θεραπόντων: διόρθωσιν δ᾽ οὐκ ἐπινοοῦντες, ὡς οὐδὲ ῥᾴδιον ὂν οὐδὲ πάντῃ δίκαιον ἄνδρας τοσούσδε ἐκ τοσοῦδε χρόνου κτῆσιν τοσήνδε ἀφελέσθαι φυτῶν τε ἰδίων καὶ οἰκοδομημάτων καὶ κατασκευῆς, μόλις ποτὲ τῶν δημάρχων εἰσηγουμένων ἔκριναν μηδένα ἔχειν τῆσδε τῆς γῆς πλέθρα πεντακοσίων πλείονα μηδὲ προβατεύειν ἑκατὸν πλείω τὰ μείζονα καὶ πεντακοσίων τὰ ἐλάσσονα. καὶ ἐς ταῦτα δ᾽ αὐτοῖς ἀριθμὸν ἐλευθέρων ἔχειν ἐπέταξαν, οἳ τὰ γιγνόμενα φυλάξειν τε καὶ μηνύσειν ἔμελλον.

οἱ μὲν δὴ τάδε νόμῳ περιλαβόντες ἐπώμοσαν ἐπὶ τῷ νόμῳ καὶ ζημίαν ὥρισαν, ἡγούμενοι τὴν λοιπὴν γῆν αὐτίκα τοῖς πένησι κατ᾽ ὀλίγον διαπεπράσεσθαι: φροντὶς δ᾽ οὐδεμία ἦν οὔτε τῶν νόμων οὔτε τῶν ὅρκων, ἀλλ᾽ οἵτινες καὶ ἐδόκουν φροντίσαι, τὴν γῆν ἐς τοὺς οἰκείους ἐπὶ ὑποκρίσει διένεμον, οἱ δὲ πολλοὶ τέλεον κατεφρόνουν, [9] μέχρι Τιβέριος Σεμπρώνιος Γράκχος, ἀνὴρ ἐπιφανὴς καὶ λαμπρὸς ἐς φιλοτιμίαν εἰπεῖν τε δυνατώτατος καὶ ἐκ τῶνδε ὁμοῦ πάντων γνωριμώτατος ἅπασι, δημαρχῶν ἐσεμνολόγησε περὶ τοῦ Ἰταλικοῦ γένους ὡς εὐπολεμωτάτου τε καὶ συγγενοῦς, φθειρομένου δὲ κατ᾽ ὀλίγον εἰς ἀπορίαν καὶ ὀλιγανδρίαν καὶ οὐδὲ ἐλπίδα ἔχοντος ἐς διόρθωσιν. ἐπὶ δὲ τῷ δουλικῷ δυσχεράνας ὡς ἀστρατεύτῳ καὶ οὔποτε ἐς δεσπότας πιστῷ, τὸ ἔναγχος ἐπήνεγκεν ἐν Σικελίᾳ δεσποτῶν πάθος ὑπὸ θεραπόντων γενόμενον, ηὐξημένων κἀκείνων ἀπὸ γεωργίας, καὶ τὸν ἐπ᾽ αὐτοὺς Ῥωμαίων πόλεμον οὐ ῥᾴδιον οὐδὲ βραχύν, ἀλλὰ ἔς τε μῆκος χρόνου καὶ τροπὰς κινδύνων ποικίλας ἐκτραπέντα. ταῦτα δὲ εἰπὼν ἀνεκαίνιζε τὸν νόμον μηδένα τῶν πεντακοσίων πλέθρων πλέον ἔχειν. παισὶ δ᾽ αὐτῶν ὑπὲρ τὸν παλαιὸν νόμον προσετίθει τὰ ἡμίσεα τούτων: καὶ τὴν λοιπὴν τρεῖς αἱρετοὺς ἄνδρας, ἐναλλασσομένους κατ᾽ ἔτος, διανέμειν τοῖς πένησι.

[10] τοῦτο δ᾽ ἦν, μάλιστα ἠνώχλει τοὺς πλουσίους, οὐ δυναμένους ἔτι ὡς προτερον τοῦ νόμου καταφρονεῖν διὰ τοὺς διαιροῦντας οὐδὲ ὠνεῖσθαι παρὰ τῶν κληρουμένων: γάρ τοι Γράκχος καὶ τόδε προϊδόμενος ἀπηγόρευε μὴ πωλεῖν. συνιστάμενοι δὴ κατὰ μέρος ὠλοφύροντο καὶ προύφερον τοῖς πένησιν ἀρχαῖά τε ἔργα ἑαυτῶν καὶ φυτὰ καὶ οἰκοδομίας, καὶ τιμὴν ἔνιοι δεδομένην γείτοσιν, εἰ καὶ τήνδε μετὰ τῆς γῆς ἀπολέσουσι, τάφους τε ἔνιοι πατέρων ἐν τῇ γῇ καὶ διαιρέσεις ἐπὶ τοῖς κλήροις ὡς πατρῴοις, οἱ δὲ καὶ προῖκας γυναικῶν ἐς ταῦτα ἀνηλωμένας τὴν γῆν παισὶν ἐμπροίκιον δεδομένην, δανεισταί τε χρέα καὶ ταύτης ἐπεδείκνυον, καὶ ἄκοσμος ἦν ὅλως οἰμωγὴ καὶ ἀγανάκτησις. οἱ δ᾽ αὖ πένητες ἀντωδύροντο ἐξ εὐπορίας ἐς πενίαν ἐσχάτην καὶ ἀπ᾽ αὐτῆς ἐς ἀγονίαν, οὐ δυνάμενοι παιδοτροφεῖν, περιφέρεσθαι. στρατείας τε ὅσας στρατεύσαιντο τὴν γῆν τήνδε περιποιούμενοι, κατέλεγον καὶ ἠγανάκτουν, εἰ τῶν κοινῶν ἀποστερήσονται, ὠνείδιζόν τε ἅμα αὐτοῖς αἱρουμένοις ἀντὶ ἐλευθέρων καὶ πολιτῶν καὶ στρατιωτῶν θεράποντας, ἄπιστον ἔθνος καὶ δυσμενὲς αἰεὶ διὰ τοῦτο ἀστράτευτον. τοιαῦθ᾽ ἑκατέρων ὀδυρομένων τε καὶ ἀλλήλοις ἐπικαλούντων, πλῆθος ἄλλο, ὅσον ἐν ταῖς ἀποίκοις πόλεσιν ταῖς ἰσοπολίτισιν ἄλλως ἐκοινώνει τῆσδε τῆς γῆς, δεδιότες ὁμοίως ἐπῄεσαν καὶ ἐς ἑκατέρους αὐτῶν διεμερίζοντο. πλήθει τε θαρροῦντες ἐξετραχύνοντο καὶ στάσεις ἐξάπτοντες ἀμέτρους τὴν δοκιμασίαν τοῦ νόμου περιέμενον, οἱ μὲν ὡς οὐδενὶ τρόπῳ συγχωρήσοντες αὐτὸν γενέσθαι κύριον, οἱ δ᾽ ὡς κυρώσοντες ἐξ ἅπαντος. φιλονικία δὲ ἑκατέροις προσέπιπτεν ἐπὶ τῇ χρείᾳ καὶ ἐς τὴν κυρίαν ἡμέραν παρασκευὴ κατ᾽ ἀλλήλων.

[11] Γράκχῳ δ᾽ μὲν νοῦς τοῦ βουλεύματος ἦν οὐκ ἐς εὐπορίαν, ἀλλ᾽ ἐς εὐανδρίαν, τοῦ δὲ ἔργου τῇ ὠφελείᾳ μάλιστα αἰωρούμενος, ὡς οὔ τι μεῖζον οὐδὲ λαμπρότερον δυναμένης ποτὲ παθεῖν τῆς Ἰταλίας, τοῦ περὶ αὐτὸ δυσχεροῦς οὐδὲν ἐνεθυμεῖτο. ἐνστάσης δὲ τῆς χειροτονίας πολλὰ μὲν ἄλλα προεῖπεν ἐπαγωγὰ καὶ μακρά, διηρώτα δ᾽ ἐπ᾽ ἐκεινοις, εἰ δίκαιον τὰ κοινὰ κοινῇ διανέμεσθαι καὶ εἰ γνησιώτερος αἰεὶ θεράποντος πολίτης καὶ χρησιμώτερος στρατιώτης ἀπολέμου καὶ τοῖς δημοσίοις εὐνούστερος κοινωνός. οὐκ ἐς πολὺ δὲ τὴν σύγκρισιν ὡς ἄδοξον ἐπενεγκὼν αὖθις ἐπῄει τὰς τῆς πατρίδος ἐλπίδας καὶ φόβους διεξιών, ὅτι πλείστης γῆς ἐκ πολέμου βίᾳ κατέχοντες καὶ τὴν λοιπὴν τῆς οἰκουμένης χώραν ἐν ἐλπίδι ἔχοντες κινδυνεύουσιν ἐν τῷδε περὶ ἁπάντων, κτήσασθαι καὶ τὰ λοιπὰ δι᾽ εὐανδρίαν καὶ τάδε δι᾽ ἀσθένειαν καὶ φθόνον ὑπ᾽ ἐχθρῶν ἀφαιρεθῆναι. ὧν τοῦ μὲν τὴν δόξαν καὶ εὐπορίαν, τοῦ δὲ τὸν κίνδυνον καὶ φόβον ὑπερεπαίρων ἐκέλευε τοὺς πλουσίους ἐνθυμουμένους ταῦτα ἐπιδόσιμον, εἰ δέοι, παρὰ σφῶν αὐτῶν τήνδε τὴν γῆν εἰς τὰς μελλούσας ἐλπίδας τοῖς παιδοτροφοῦσι χαρίσασθαι καὶ μή, ἐν περὶ μικρῶν διαφέρονται, τῶν πλεόνων ὑπεριδεῖν, μισθὸν ἅμα τῆς πεπονημένης ἐξεργασίας αὐτάρκη φερομένους τὴν ἐξαίρετον ἄνευ τιμῆς κτῆσιν ἐς αἰεὶ βέβαιον ἑκάστῳ πεντακοσίων πλέθρων, καὶ παισίν, οἷς εἰσὶ παῖδες, ἑκάστῳ καὶ τούτων τὰ ἡμίσεα. τοιαῦτα πολλὰ Γράκχος εἰπὼν τούς τε πένητας καὶ ὅσοι ἄλλοι λογισμῷ μᾶλλον πόθῳ κτήσεως ἐχρῶντο, ἐρεθίσας ἐκέλευε τῷ γραμματεῖ τὸν νόμον ἀναγνῶναι.

[12] Μᾶρκος δ᾽ Ὀκτάουιος δήμαρχος ἕτερος, ὑπὸ τῶν κτηματικῶν διακωλύειν παρεσκευασμένος, καὶ ὢν ἀεὶ παρὰ Ῥωμαίοις κωλύων δυνατώτερος. ἐκέλευε τὸν γραμματέα σιγᾶν. καὶ τότε μὲν αὐτῷ πολλὰ μεμψάμενος Γράκχος ἐς τὴν ἐπιοῦσαν ἀγορὰν ἀνέθετο ... φυλακήν τε παραστησάμενος ἱκανὴν ὡς καὶ ἄκοντα βιασόμενος Ὀκτάουιον ἐκέλευε σὺν ἀπειλῇ τῷ γραμματεῖ τὸν νόμον εἰς τὸ πλῆθος ἀναγινώσκειν. καὶ ἀνεγίνωσκε καὶ Ὀκταουίου κωλύοντος ἐσιώπα. λοιδοριῶν δὲ τοῖς δημάρχοις ἐς ἀλλήλους γενομένων καὶ τοῦ δήμου θορυβοῦντος ἱκανῶς, οἱ δυνατοὶ τοὺς δημάρχους ἠξίουν ἐπιτρέψαι τῇ βουλῇ, περὶ ὧν διαφέρονται, καὶ Γράκχος ἁρπάσας τὸ λεχθέν, ὡς δὴ πᾶσι τοῖς εὖ φρονοῦσιν ἀρέσοντος τοῦ νόμου, διέτρεχεν ἐς τὸ βουλευτήριον. ἐκεῖ δ᾽ ὡς ἐν ὀλίγοις ὑβριζόμενος ὑπὸ τῶν πλουσίων, αὖθις ἐκδραμὼν εἰς τὴν ἀγορὰν ἔφη διαψήφισιν προθήσειν ἐς τὴν ἐπιοῦσαν ἀγορὰν περί τε τοῦ νόμου καὶ τῆς ἀρχῆς τῆς Ὀκταουίου, εἰ χρὴ δήμαρχον ἀντιπράττοντα τῷ δήμῳ τὴν ἀρχὴν ἐπέχειν. καὶ ἔπραξεν οὕτως: ἐπείτε γὰρ Ὀκτάουιος οὐδὲν καταπλαγεὶς αὖθις ἐνίστατο, δὲ προτέραν τὴν περὶ αὐτοῦ ψῆφον ἀνεδίδου.

καὶ τῆς πρώτης φυλῆς καταψηφισαμένης τὴν ἀρχὴν τὸν Ὀκτάουιον ἀποθέσθαι, ἐπιστραφεὶς πρὸς αὐτὸν Γράκχος ἐδεῖτο μεταθέσθαι. οὐ πειθομένου δὲ τὰς ἄλλας ψήφους ἐπῆγεν. οὐσῶν δὲ τότε φυλῶν πέντε καὶ τριάκοντα καὶ συνδραμουσῶν ἐς τὸ αὐτὸ σὺν ὀργῇ τῶν προτέρων ἑπτακαίδεκα, μὲν ὀκτωκαιδεκάτη τὸ κῦρος ἔμελλεν ἐπιθήσειν, δὲ Γράκχος αὖθις, ἐν ὄψει τοῦ δήμου, τότε μάλιστα κινδυνεύοντι τῷ Ὀκταουίῳ λιπαρῶς ἐνέκειτο μὴ ἔργον ὁσιώτατον καὶ χρησιμώτατον Ἰταλίᾳ πάσῃ συγχέαι μηδὲ σπουδὴν τοῦ δήμου τοσήνδε ἀνατρέψαι, τι καὶ παρενδοῦναι προθυμουμένῳ δήμαρχον ὄντα ἥρμοζε, καὶ μὴ αὑτοῦ τὴν ἀρχὴν ἀφαιρουμένην περιιδεῖν ἐπὶ καταγνώσει. καὶ τάδε λέγων καὶ θεοὺς μαρτυρόμενος ἄκων ἄνδρα σύναρχον ἀτιμοῦν, ὡς οὐκ ἔπειθεν, ἐπῆγε τὴν ψῆφον. καὶ μὲν Ὀκτάουιος αὐτίκα ἰδιώτης γενόμενος διαλαθὼν ἀπεδίδρασκε, Κόιντος δὲ Μούμμιος ἀντ᾽ αὐτοῦ δήμαρχος ᾑρεῖτο, καὶ νόμος περὶ τῆς γῆς ἐκυροῦτο.

[13] διανέμειν τε αὐτὴν ἐκεχειροτόνηντο πρῶτοι Γράκχος αὐτός, νομοθέτης, καὶ ἀδελφὸς ὁμώνυμος ἐκείνου καὶ ὃς ἐκήδευε τῷ νομοθέτῃ Κλαύδιος Ἄππιος, πάνυ τοῦ δήμου καὶ ὣς δεδιότος, μὴ τὸ ἔργον ἐκλειφθείη τοῦ νόμου, εἰ μὴ Γράκχος αὐτοῦ σὺν ὅλῃ τῇ οἰκίᾳ κατάρχοιτο. Γράκχος δὲ μεγαλαυχούμενος ἐπὶ τῷ νόμῳ ὑπὸ τοῦ πλήθους οἷα δὴ κτίστης οὐ μιᾶς πόλεως οὐδὲ ἑνὸς γένους, ἀλλὰ πάντων, ὅσα ἐν Ἰταλίᾳ ἔθνη, ἐς τὴν οἰκίαν παρεπέμπετο. καὶ μετὰ ταῦθ᾽ οἱ μὲν κεκρατηκότες ἐς τοὺς ἀγροὺς ἀνεχώρουν, ὅθεν ἐπὶ ταῦτ᾽ ἐληλύθεσαν, οἱ δ᾽ ἡσσημένοι δυσφοροῦντες ἔτι παρέμενον καὶ ἐλογοποίουν οὐ χαιρήσειν Γράκχον, αὐτίκα ὅτε γένοιτο ἰδιώτης, ἀρχήν τε ὑβρίσαντα ἱερὰν καὶ ἄσυλον καὶ στάσεως τοσήνδε ἀφορμὴν ἐς τὴν Ἰταλίαν ἐμβαλόντα.


[14] θέρος δ᾽ ἦν ἤδη καὶ προγραφαὶ δημάρχων ἐς τὸ μέλλον: καὶ οἱ πλούσιοι τῆς χειροτονίας πλησιαζούσης ἔνδηλοι σαφῶς ἦσαν ἐσπουδακότες ἐς τὴν ἀρχὴν τοῖς μάλιστα Γράκχῳ πολεμίοις. δ᾽ ἐγγὺς τοῦ κακοῦ γιγνομένου δείσας, εἰ μὴ καὶ ἐς τὸ μέλλον ἔσοιτο δήμαρχος, συνεκάλει τοὺς ἐκ τῶν ἀγρῶν ἐπὶ τὴν χειροτονίαν. ἀσχολουμένων δ᾽ ἐκείνων ὡς ἐν θέρει, συνελαυνόμενος ὑπὸ τῆς προθεσμίας ὀλίγης ἐς τὴν χειροτονίαν ἔτι οὔσης ἐπὶ τὸν ἐν τῷ ἄστει δῆμον κατέφευγε, καὶ περιιὼν κατὰ μέρος ἑκάστων ἐδεῖτο δήμαρχον αὑτὸν ἐς τὸ μέλλον ἑλέσθαι, κινδυνεύοντα δι᾽ ἐκείνους. γιγνομένης δὲ τῆς χειροτονίας δύο μὲν ἔφθασαν αἱ πρῶται φυλαὶ Γράκχον ἀποφῆναι, τῶν δὲ πλουσίων ἐνισταμένων οὐκ ἔννομον εἶναι δὶς ἐφεξῆς τὸν αὐτὸν ἄρχειν καὶ Ῥουβρίου δημάρχου τοῦ προεστάναι τῆς ἐκκλησίας ἐκείνης διειληχότος ἐνδοιάζοντος ἐπὶ τῷδε, Μούμμιος αὐτόν, ἐπὶ τῷ Ὀκταουίῳ δημαρχεῖν ᾑρημένος, ἐκέλευεν ἑαυτῷ τὴν ἐκκλησίαν ἐπιτρέψαι. καὶ μὲν ἐπέτρεψεν, οἱ δὲ λοιποὶ δήμαρχοι περὶ τῆς ἐπιστασίας ἠξίουν ἀνακληροῦσθαι: Ῥουβρίου γὰρ τοῦ λαχόντος ἐκστάντος αὖθις ἐς ἅπαντας τὴν διακλήρωσιν περιιέναι. ἔριδος δὲ καὶ ἐπὶ τῷδε πολλῆς γενομένης Γράκχος ἐλταττούμενος τὴν μὲν χειροτονίαν ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἀνέθετο, πάντα δ᾽ ἀπογνοὺς ἐμελανειμόνει τε ἔτι ὢν ἔναρχος καὶ τὸ λοιπὸν τῆς ἡμέρας ἐν ἀγορᾶ τὸν υἱὸν ἐπάγων ἑκάστοις συνίστη καὶ παρετίθετο ὡς αὐτὸς ὑπὸ τῶν ἐχθρῶν αὐτίκα ἀπολούμενος.

[15] οἴκτου δὲ πολλοῦ σὺν λογισμῷ τοὺς πένητας ἐπιλαμβάνοντος ὑπέρ τε σφῶν αὐτῶν, ὡς οὐκ ἐν ἰσονόμῳ πολιτευσόντων ἔτι, ἀλλὰ δουλευσόντων κατὰ κράτος τοῖς πλουσίοις, καὶ ὑπὲρ αὐτοῦ Γράκχου, τοιαῦτα δεδιότος τε καὶ πάσχοντος ὑπὲρ αὐτῶν, σύν τε οἰμωγῇ προπεμπόντων αὐτὸν ἁπάντων ἐπὶ τὴν οἰκίαν ἑσπέρας καὶ θαρρεῖν ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἐπικελευόντων, ἀναθαρρήσας Γράκχος ἔτι νυκτὸς τοὺς στασιώτας συναγαγὼν καὶ σημεῖον, εἰ καὶ μάχης δεήσειεν, ὑποδείξας κατέλαβε τοῦ Καπιτωλίου τὸν νεών, ἔνθα χειροτονήσειν ἔμελλον, καὶ τὰ μέσα τῆς ἐκκλησίας. ἐνοχλούμενος δ᾽ ὑπὸ τῶν δημάρχων καὶ τῶν πλουσίων, οὐκ ἐώντων ἀναδοθῆναι περὶ αὐτοῦ χειροτονίαν, ἀνέσχε τὸ σημεῖον. καὶ βοῆς ἄφνω παρὰ τῶν συνειδότων γενομένης χεῖρές τε ἦσαν ἤδη τὸ ἀπὸ τοῦδε, καὶ τῶν Γρακχείων οἱ μὲν αὐτὸν ἐφύλαττον οἷά τινες δορυφόροι, οἱ δὲ τὰ ἱμάτια διαζωσάμενοι, ῥάβδους καὶ ξύλα τὰ ἐν χερσὶ τῶν ὑπηρετῶν ἁρπάσαντές τε καὶ διακλάσαντες ἐς πολλά, τοὺς πλουσίους ἐξήλαυνον ἀπὸ τῆς ἐκκλησίας, σὺν τοσῷδε ταράχῳ καὶ τραύμασιν, ὡς τούς τε δημάρχους δείσαντας διαφυγεῖν ἐκ μέσον, καὶ τὸν νεὼν τοὺς ἱερέας ἐπικλεῖσαι, δρόμον τε πολλῶν ἄκοσμον εἶναι καὶ φυγὴν καὶ λόγον οὐκ ἀκριβῆ, τῶν μὲν ὅτι καὶ τοὺς ἄλλους δημάρχους Γράκχος παραλύσειε τῆς ἀρχῆς ῾οὐ γὰρ ὁρωμένων αὐτῶν εἴκαζον οὕτως᾿, τῶν δ᾽ ὅτι αὐτὸς ἑαυτὸν ἐς τὸ μέλλον δήμαρχον ἄνευ χειροτονίας ἀποφαίνοι.

[16] γιγνομένων δὲ τούτων βουλὴ συνῆλθεν εἰς τὸ τῆς Πίστεως ἱερόν. καί μοι θαῦμα καταφαίνεται τὸ πολλάκις ἐν τοιοῖσδε φόβοις διὰ τῆς αὐτοκράτορος ἀρχῆς διασεσωσμένους τότε μηδ᾽ ἐπὶ νοῦν τὸν δικτάτορα λαβεῖν, ἀλλὰ χρησιμώτατον τοῖς προτέροις τόδε τὸ ἔργον εὑρεθὲν μηδ᾽ ἐν μνήμῃ τοῖς πολλοῖς ἄρα γενέσθαι μήτε τότε μήθ᾽ ὕστερον. κρίναντες δ᾽ ὅσα ἔκριναν ἐς τὸ Καπιτω?λιον ἀνῄεσαν. καὶ πρῶτος αὐτοῖς μέγιστος ἀρχιερεὺς λεγόμενος ἐξῆρχε τῆς ὁδοῦ, Κορνήλιος Σκιπίων Νασικᾶς: ἐβόα τε μέγιστον ἕπεσθαί οἱ τοὺς ἐθέλοντας σῴζεσθαι τὴν πατρίδα καὶ τὸ κράσπεδον τοῦ ἱματίου ἐς τὴν κεφαλὴν περιεσύρατο, εἴτε τῷ παρασήμῳ τοῦ σχήματος πλέονάς οἱ συντρέχειν ἐπισπώμενος, εἴτε πολέμου τι σύμβολον τοῖς ὁρῶσιν ὡς κόρυθα ποιούμενος, εἴτε θεοὺς ἐγκαλυπτόμενος ὧν ἔμελλε δράσειν. ἀνελθόντι δὲ ἐς τὸ ἱερὸν καὶ τοῖς Γρακχείοις ἐπιδραμόντι εἶξαν μὲν ὡς κατ᾽ ἀξίωσιν ἀνδρὶ ἀρίστῳ, καὶ τὴν βουλὴν ἅμα οἱ θεωροῦντες ἐπιοῦσαν: οἱ δὲ τὰ ξύλα τῶν Γρακχείων αὐτῶν περισπάσαντες, ὅσα τε βάθρα καὶ ἄλλη παρασκευὴ ὡς ἐς ἐκκλησίαν συνενήνεκτο διελόντες, ἔπαιον αὐτοὺς καὶ ἐδίωκον καὶ ἐς τὰ ἀπόκρημνα κατερρίπτουν. κἀν τῷδε τῷ κυδοιμῷ πολλοί τε τῶν Γρακχείων καὶ Γράκχος αὐτός, εἱλούμενος περὶ τὸ ἱερόν, ἀνῃρέθη κατὰ τὰς θύρας παρὰ τοὺς τῶν βασιλέων ἀνδριάντας. καὶ πάντας αὐτοὺς νυκτὸς ἐξέρριψαν εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ.

[17] οὕτω μὲν δὴ Γράκχος, Γράκχου τοῦ δὶς ὑπατεύσαντος καὶ Κορνηλίας τῆς Σκιπίωνος τοῦ Καρχηδονίους τὴν ἡγεμονίαν ἀφελομένου παῖς, ἀρίστου βουλεύματος ἕνεκα, βιαίως αὐτῷ προσιών, ἀνῄρητο ἔτι δημαρχῶν ἐν τῷ Καπιτωλίῳ. καὶ πρῶτον ἐν ἐκκλησίᾳ τόδε μύσος γενόμενον οὐ διέλιπεν, αἰεί τινος ὁμοίου γιγνομένου παρὰ μέρος. δὲ πόλις ἐπὶ τῷ Γράκχου φόνῳ διῄρητο ἐς λύπην καὶ ἡδονήν, οἱ μὲν οἰκτείροντες αὑτούς τε κἀκεῖνον καὶ τὰ παρόντα ὡς οὐκέτι πολιτείαν, ἀλλὰ χειροκρατίαν καὶ βίαν, οἱ δ᾽ ἐξειργάσθαι σφίσιν ἡγούμενοι πᾶν, ὅσον ἐβούλοντο.


[18] καὶ τάδε μὲν ἦν, ὅτε Ἀριστόνικος Ῥωμαίοις περὶ τῆς ἀρχῆς ἐπολέμει τῆς ἐν Ἀσίᾳ: ἀναιρεθέντος δὲ Γράκχου καὶ τελευτήσαντος Ἀππίου Κλαυδίου, ἀντικαθίστανται μὲν ἐς τὸ τὴν γῆν ἅμα τῷ νεωτέρῳ Γράκχῳ διανέμειν Φούλβιος Φλάκκος καὶ Παπίριος Κάρβων, ἀμελούντων δὲ τῶν κεκτημένων αὐτὴν ἀπογράφεσθαι κατηγόρους ἐκήρυττον ἐνδεικνύναι. καὶ ταχὺ πλῆθος ἦν δικῶν χαλεπῶν: ὅση γὰρ ἄλλη πλησιάζουσα τῇδε ἐπέπρατο τοῖς συμμάχοις ἐπιδιῄρητο, διὰ τὸ τῆσδε μέτρον ἐξητάζετο ἅπασα, ὅπως τε ἐπέπρατο καὶ ὅπως ἐπιδιῄρητο, οὔτε τὰ συμβόλαια οὔτε τὰς κληρουχίας ἔτι ἐχόντων ἁπάντων: δὲ καὶ εὑρίσκετο, ἀμφίλογα ἦν. ἀναμετρουμένης τε αὐτῆς οἱ μὲν ἐκ πεφυτευμένης καὶ ἐπαύλεων ἐς ψιλὴν μετετίθεντο, οἱ δ᾽ ἐξ ἐνεργῶν ἐς ἀργὸν λίμνας τέλματα, οὐδὲ τὴν ἀρχὴν ὡς ἐπὶ δορικτήτοις ἀκριβῆ πεποιημένοι. καὶ τὸ κήρυγμα, τὴν ἀνέμητον ἐξεργάζεσθαι τὸν ἐθέλοντα προλέγον, ἐπῇρε πολλοὺς τὰ πλησίον ἐκπονοῦντας τὴν ἑκατέρας ὄψιν συγχέαι: χρόνος τε ἐπελθὼν ἐνεόχμωσε πάντα. καὶ τὸ τῶν πλουσίων ἀδίκημα καίπερ ὂν μέγα δυσεπίγνωστον ἦν. καὶ οὐδὲν ἀλλ᾽ πάντων ἀνάστασις ἐγίγνετο μεταφερομένων τε καὶ μετοικιζομένων ἐς ἀλλότρια.

[19] ταῦτά τε δὴ καὶ τὰς ἐπὶ τούτοις τῶν δικαζόντων ἐπείξεις οὐ φέροντες οἱ Ἰταλιῶται Κορνήλιον Σκιπίωνα, ὃς Καγχηδόνα ἐπόρθησεν, ἠξίουν προστάτην σφῶν ἀδικουμένων γενέσθαι. δ᾽ ἐς τοὺς πολέμους αὐτοῖς κεχρημένος προθυμοτάτοις ὑπεριδεῖν τε ὤκνησε καὶ παρελθὼν εἰς τὸ βουλευτήριον τὸν μὲν Γράκχου νόμον οὐκ ἔψεγε διὰ τὸν δῆμον σαφῶς, τὴν δὲ τοῦδε δυσχέρειαν ἐπεξιὼν ἠξίου τὰς δίκας οὐκ ἐπὶ τῶν διαιρούντων ὡς ὑπόπτων τοῖς δικαζομένοις, ἀλλ᾽ ἐφ᾽ ἑτέρων λέγεσθαι. δὴ καὶ μάλιστα ἔπεισεν, εἶναι δοκοῦντι δικαίῳ: καὶ Τουδιτανὸς αὐτοῖς ὑπατεύων ἐδόθη δικάζειν. ἀλλ᾽ ὅδε μὲν ἁψάμενος τοῦ ἔργου καὶ τὴν δυσχέρειαν ἰδὼν ἐπ᾽ Ἰλλυριοὺς ἐστράτευε, πρόφασιν τήνδε ποιούμενος τοῦ μὴ δικάζειν: οἱ δὲ τὴν γῆν διανέμοντες, οὐκ ἀπαντῶντος ἐς αὐτοὺς οὐδενὸς ἐς δίκην, ἐπὶ ἀργίας ἦσαν. καὶ μῖσος ἐντεῦθεν ἤρξατο εἰς τὸν Σκιπίωνα τοῦ δήμου καὶ ἀγανάκτησις, ὅτι αὐτὸν ἀγαπήσαντες ἐπιφθόνως καὶ πολλὰ τοῖς δυνατοῖς ἐναντιωθέντες ὑπὲρ αὐτοῦ ὕπατόν τε δὶς ἑλόμενοι παρανόμως, ὑπὲρ τῶν Ἰταλιωτῶν ἀντιπεπραχότα σφίσιν ἑώρων. ταῦτα δ᾽, ὅσοι τοῦ Σκιπίωνος ἦσαν ἐχθροί, κατιδόντες ἐβόων, ὡς λῦσαι τὸν Γράκχου νόμον ὅλως διεγνωκὼς μέλλοι πολὺν ἐπὶ τῷδε ἔνοπλον φόνον ἐργάσασθαι.

[20] ὧν δῆμος ἀκροώμενος ἐδεδίει, μέχρις Σκιπίων, ἑσπέρας παραθέμενος ἑαυτῷ δέλτον, εἰς ἣν νυκτὸς ἔμελλε γράψειν τὰ λεχθησόμενα ἐν τῷ δήμῳ, νεκρὸς ἄνευ τραύματος εὑρέθη, εἴτε Κορνηλίας αὐτῷ, τῆς Γράκχου μητρός, ἐπιθεμένης, ἵνα μὴ νόμος Γράκχου λυθείη, καὶ συλλαβούσης ἐς τοῦτο Σεμπρωνίας τῆς θυγατρός, τῷ Σκιπίωνι γαμουμένη διὰ δυσμορφίαν καὶ ἀπαιδίαν οὔτ᾽ ἐστέργετο οὔτ᾽ ἔστεργεν, εἴθ᾽, ὡς ἔνιοι δοκοῦσιν, ἑκὼν ἀπέθανε συνιδών, ὅτι οὐκ ἔσοιτο δυνατὸς κατασχεῖν ὧν ὑπόσχοιτο. εἰσὶ δ᾽ οἳ βασανιζομένους φασὶ θεράποντας εἰπεῖν, ὅτι αὐτὸν ξένοι δι᾽ ὀπισθοδόμου νυκτὸς ἐπεισαχθέντες ἀποπνίξαιεν καὶ οἱ πυθόμενοι ὀκνήσαιεν ἐξενεγκεῖν διὰ τὸν δῆμον ὀργιζόμενον ἔτι καὶ τῷ θανάτῳ συνηδόμενον.

Σκιπίων μὲν δὴ τεθνήκει καὶ οὐδὲ δημοσίας ταφῆς ἠξιοῦτο, μέγιστα δὴ τὴν ἡγεμονίαν ὠφελήσας: οὕτως παραυτίκα ὀργὴ τῆς ποτὲ χάριτος ἐπικρατεῖ. καὶ τόδε ὂν τηλικοῦτον οἷα πάρεργον ἐπὶ τῇ Γράκχου στάσει συνέπεσε.

[21] τὴν δὲ διαίρεσιν τῆς γῆς οἱ κεκτημένοι καὶ ὣς ἐπὶ προφάσεσι ποικίλαις διέφερον ἐπὶ πλεῖστον. καί τινες εἰσηγοῦντο τοὺς συμμάχους ἅπαντας, οἳ δὴ περὶ τῆς γῆς μάλιστα ἀντέλεγον, εἰς τὴν Ῥωμαίων πολιτείαν ἀναγράψαι, ὡς μείζονι χάριτι περὶ τῆς γῆς οὐ διοισομένους. καὶ ἐδέχοντο ἄσμενοι τοῦθ᾽ οἱ Ἰταλιῶται, προτιθέντες τῶν χωρίων τὴν πολιτείαν. συνέπρασσέ τε αὐτοῖς ἐς τοῦτο μάλιστα πάντων Φούλβιος Φλάκκος, ὑπατεύων ἅμα καὶ τὴν γῆν διανέμων. βουλὴ δ᾽ ἐχαλέπαινε, τοὺς ὑπηκόους σφῶν ἰσοπολίτας εἰ ποιήσονται.

καὶ τόδε μὲν τὸ ἐγχείρημα οὕτω διελύθη, καὶ δῆμος ἐν ἐλπίδι τέως τῆς γῆς γενόμενος ἠθύμει: ὧδε δὲ αὐτοῖς ἔχουσιν ἀσπάσιος ἐκ τῶν τὴν γῆν διαιρούντων ἐς δημαρχίαν ἐπιφαίνεται Γάιος Γράκχος, Γράκχου τοῦ νομοθέτου νεώτερος ἀδελφός, ἐς πολὺ μὲν ἡσυχάσας ἐπὶ τῇ τοῦ ἀδελφοῦ συμφορᾷ: πολλῶν δ᾽ αὐτοῦ καταφρονούντων ἐν τῷ βουλευτηρίῳ, παρήγγειλεν ἐς δημαρχίαν. καὶ περιφανέστατα αἱρεθεὶς εὐθὺς ἐπεβούλευε τῇ βουλῇ, σιτηρέσιον ἔμμηνον ὁρίσας ἑκάστῳ τῶν δημοτῶν ἀπὸ τῶν κοινῶν χρημάτων, οὐ πρότερον εἰωθὸς διαδίδοσθαι. καὶ μὲν ὀξέως οὕτως ἑνὶ πολιτεύματι τὸν δῆμον ὑπηγάγετο, συμπράξαντος αὐτῷ Φουλβίου Φλάκκου. καὶ εὐθὺς ἐπὶ τῷδε καὶ ἐς τὸ μέλλον ᾕρητο δημαρχεῖν: καὶ γάρ τις ἤδη νόμος κεκύρωτο, εἰ δήμαρχος ἐνδέοι ταῖς παραγγελίαις, τὸν δῆμον ἐκ πάντων ἐπιλέγεσθαι.

[22] μὲν δὴ Γάιος Γράκχος οὕτως ἐδημάρχει τὸ δεύτερον: οἷα δ᾽ ἔχων τὸν δῆμον ἔμμισθον, ὑπήγετο καὶ τοὺς καλουμένους ἱππέας, οἳ τὴν ἀξίωσίν εἰσι τῆς βουλῆς καὶ τῶν δημοτῶν ἐν μέσῳ, δι᾽ ἑτέρου τοιοῦδε πολιτεύματος. τὰ δικαστήρια, ἀδοξοῦντα ἐπὶ δωροδοκίαις, ἐς τοὺς ἱππέας ἀπὸ τῶν βουλευτῶν μετέφερε, τὰ ὑπόγυα μάλιστα αὐτοῖς ὀνειδίζων, ὅτι Αὐρήλιος Κόττας καὶ Σαλινάτωρ καὶ τρίτος ἐπὶ τούτοις Μάνιος Ἀκύλιος, τὴν Ἀσίαν ἑλών, σαφῶς δεδωροδοκηκότες ἀφεῖντο ὑπὸ τῶν δικασάντων, οἵ τε πρέσβεις οἱ κατ᾽ αὐτῶν ἔτι παρόντες σὺν φθόνῳ ταῦτα περιιόντες ἐκεκράγεσαν. ἅπερ βουλὴ μάλιστα αἰδουμένη ἐς τὸν νόμον ἐνεδίδου: καὶ δῆμος αὐτὸν ἐκύρου. καὶ μετηνέχθη μὲν ὧδε ἐς τοὺς ἱππέας ἀπὸ τῆς βουλῆς τὰ δικαστήρια: φασὶ δὲ κυρωθέντος μὲν ἄρτι τοῦ νόμου τὸν Γράκχον εἰπεῖν, ὅτι ἀθρόως τὴν βουλὴν καθῃρήκοι, τοῦ δ᾽ ἔργου προϊόντος ἐς πεῖραν μειζόνως ἔτι ἐκφανῆναι τὸ ἔπος τὸ Γράκχου. τό τε γὰρ δικάζειν αὐτοὺς Ῥωμαίοις καὶ Ἰταλιώταις ἅπασι καὶ αὐτοῖς βουλευταῖς, ἐπὶ παντὶ μέτρῳ, χρημάτων τε πέρι καὶ ἀτιμίας καὶ φυγῆς, τοὺς μὲν ἱππέας οἷά τινας ἄρχοντας αὐτῶν ὑπερεπῇρε, τοὺς δὲ βουλευτὰς ἴσα καὶ ὑπηκόους ἐποίει. συνιστάμενοί τε τοῖς δημάρχοις οἱ ἱππεῖς ἐς τὰς χειροτονίας καὶ ἀντιλαμβάνοντες παρ᾽ αὐτῶν, τι θέλοιεν, ἐπὶ μέγα φόβου τοῖς βουλευταῖς ἐχώρουν: ταχύ τε περιῆν ἀνεστράφθαι τὸ κράτος τῆς πολιτείας, τὴν μὲν ἀξίωσιν μόνην ἔτι τῆς βουλῆς ἐχούσης, τὴν δὲ δύναμιν τῶν ἱππέων. προϊόντες γὰρ οὐκ ἐδυνάστευον μόνον: ἀλλὰ καὶ σαφῶς ἐνύβριζον τοῖς βουλευταῖς παρὰ τὰς δίκας. τήν τε δωροδοκίαν μεταλαβόντες καὶ γευσάμενοι καὶ οἵδε κερδῶν ἀθρόων αἰσχρότερον ἔτι καὶ ἀμετρότερον αὐτοῖς ἐχρῶντο. κατηγόρους τε ἐνετοὺς ἐπὶ τοῖς πλουσίοις ἐπήγοντο καὶ τὰς τῶν δωροδοκιῶν δίκας, συνιστάμενοι σφίσιν αὐτοῖς καὶ βιαζόμενοι, πάμπαν ἀνῄρουν, ὡς καὶ τὸ ἔθος ὅλως τῆς τοιᾶσδε εὐθύνης ἐπιλιπεῖν καὶ στάσιν ἄλλην τὸν δικαστικὸν νόμον οὐκ ἐλάσσω τῶν προτέρων ἐς πολὺ παρασχεῖν.

[23] δὲ Γράκχος καὶ ὁδοὺς ἔτεμνεν ἀνὰ τὴν Ἰταλίαν μακράς, πλῆθος ἐργολάβων καὶ χειροτεχνῶν ὑφ᾽ ἑαυτῷ ποιούμενος, ἑτοίμων ἐς τι κελεύοι, καὶ ἀποικίας ἐσηγεῖτο πολλάς. καὶ τοὺς Λατίνους ἐπὶ πάντα ἐκάλει τὰ Ῥωμαίων, ὡς οὐκ εὐπρεπῶς συγγενέσι τῆς βουλῆς ἀντιστῆναι δυναμένης: τῶν τε ἑτέρων συμμάχων, οἷς οὐκ ἐξῆν ψῆφον ἐν ταῖς Ῥωμαίων χειροτονίαις φέρειν, ἐδίδου φέρειν ἀπὸ τοῦδε ἐπὶ τῷ ἔχειν καὶ τούσδε ἐν ταῖς χειροτονίαις τῶν νόμων αὑτῷ συντελοῦντας. ἐφ᾽ δὴ μάλιστα βουλὴ διαταραχθεῖσα τοὺς ὑπάτους ἐκέλευσε προγράψαι μηδένα τῶν οὐ φερόντων ψῆφον ἐπιδημεῖν τῇ πόλει μηδὲ προσπελάζειν ἀπὸ τεσσαράκοντα σταδίων παρὰ τὴν ἐσομένην περὶ τῶνδε τῶν νόμων χειροτονίαν. Λίβιόν τε Δροῦσον, ἕτερον δήμαρχον, ἔπεισε κωλῦσαι τοὺς Γράκχου νόμους, οὐκ ἐπιλέγοντα τῷ δήμῳ τὰς αἰτίας: δέδοται δὲ τῷ κωλύοντι μηδ᾽ ἐπιλέγειν. ἔδωκαν δ᾽ αὐτῷ καὶ φιλανθρωπεύσασθαι τὸν δῆμον δώδεκα ἀποικίαις: δὴ καὶ μάλιστα δῆμος ἡσθεὶς τῶν Γράκχου νόμων κατεφρόνησεν.

[24] δὲ τοῦ δημοκοπήματος ἐκπεσὼν ἐς Λιβύην ἅμα Φουλβίῳ Φλάκκῳ, κἀκείνῳ μεθ᾽ ὑπατείαν διὰ τάδε δημαρχεῖν ἑλομένῳ, διέπλευσεν, ἐψηφισμένης κατὰ δόξαν εὐκαρπίας ἐς Λιβύην ἀποικίας καὶ τῶνδε αὐτῶν οἰκιστῶν ἐπίτηδες ᾑρημένων, ἵνα μικρὸν ἀποδημούντων ἀναπαύσαιτο βουλὴ τῆς δημοκοπίας. οἱ δὲ τῇ ἀποικίᾳ τὴν πόλιν διέγραφον, ἔνθα ποτὲ ἦν Καρχηδονίων, οὐδὲν φροντίσαντες, ὅτι Σκιπίων αὐτήν, ὅτε κατέσκαπτεν, ἐπηράσατο ἐς ἀεὶ μηλόβοτον εἶναι. διέγραφον δ᾽ ἐς ἑξακισχιλίους ἀντὶ ἐλαττόνων τῶν ὄντων ἐν τῷ νόμῳ, ὡς καὶ τῷδε τὸν δῆμον ὑπαξόμενοι. ἐπανελθόντες τε ἐς Ῥώμην συνεκάλουν ἐξ ὅλης Ἰταλίας τοὺς ἑξακισχιλίους. ἐπιστειλάντων δὲ τῶν ἐν Λιβύῃ τὴν πόλιν ἔτι διαγραφόντων, ὅτι λύκοι τοὺς ὅρους Γράκχου τε καὶ Φουλβίου διέρριψαν ἀνασπάσαντες, καὶ τῶν μάντεων τὴν ἀποικίαν ἡγουμένων ἀπαίσιον, μὲν βουλὴ προέγραφεν ἐκκλησίαν, ἐν τὸν νόμον ἔμελλε τὸν περὶ τῆσδε τῆς ἀποικίας λύσειν: δὲ Γράκχος καὶ Φούλβιος, ἐπεὶ καὶ τοῦδε ἐξέπιπτον, μεμηνόσιν ἐοικότες ἐψεῦσθαι τὴν βουλὴν ἔφασκον περὶ τῶν λύκων. οἵ τε θρασύτατοι τῶν δημοτῶν αὐτοῖς συνελάμβανον, ἐγχειρίδια φέροντες ἐς τὸ Καπιτώλιον, οὗ περὶ τῆς ἀποικίας ἐκκλησιάσειν ἔμελλον.

[25] ἤδη δὲ τοῦ δήμου συνειλεγμένου καὶ Φουλβίου τι περὶ τούτων ἀρχομένου λέγειν, Γράκχος ἀνέβαινεν ἐς τὸ Καπιτώλιον ὑπὸ τῶν συνθεμένων δορυφορούμενος. ἐνοχλούμενος δ᾽ ὑπὸ τοῦ συνειδότος ὡς ἐπὶ ἀλλοκότοις βουλεύμασι τὴν μὲν σύνοδον τῆς ἐκκλησίας ἀπέκλινεν, ἐς δὲ τὴν στοὰν παρελθὼν διεβάδιζεν, ἐφεδρεύων τοῖς ἐσομένοις. καὶ αὐτὸν οὕτως ἔχοντα θορύβου κατιδὼν δημότης ἀνὴρ Ἀντύλλος ἐν τῇ στοᾷ θύων, ἐμβαλὼν τὴν χεῖρα, εἴτε τι πυθόμενος ὑποπτεύων ἄλλως ἐς τὸν λόγον ὑπαχθείς, ἠξίου φείσασθαι τῆς πατρίδος. δὲ μᾶλλόν τε θορυβηθεὶς καὶ δείσας ὡς κατάφωρος ἐνέβλεψεν αὐτῷ δριμύ: καί τις τῶν παρόντων, οὔτε σημείου τινὸς ἐπαρθέντος οὔτε προστάγματός πω γεγονότος, ἐκ μόνης τῆς ἐς τὸν Ἀντύλλον Γράκχου δριμύτητος εἰκάσας ἤδη τὸν καιρὸν ἥκειν καὶ χαριεῖσθαί τι τῷ Γράκχῳ δόξας πρῶτος ἀρξάμενος ἔργου, τὸ ἐγχειρίδιον ἐπισπάσας διαχρῆται τὸν Ἀντύλλον. βοῆς δὲ γενομένης καὶ σώματος ὀφθέντος ἐν μέσῳ νεκροῦ πάντες ἐκ τοῦ ἱεροῦ κατεπήδων σὺν ὁμοίου κακοῦ φόβῳ.

Γράκχος δ᾽ ἐς τὴν ἀγορὰν παρελθὼν ἐβούλετο μὲν αὐτοῖς ἐκλογίσασθαι περὶ τοῦ γεγονότος: οὐδενὸς δ᾽ αὐτὸν οὐδ᾽ ὑφισταμένου, ἀλλ᾽ ὡς ἐναγῆ πάντων ἐκτρεπομένων, μὲν Γράκχος καὶ Φλάκκος ἀπορούμενοι καὶ τὸν καιρὸν ὧν ἐβουλεύοντο διὰ τὸ φθάσαι τὴν ἐγχείρησιν ἀπολωλεκότες ἐς τὰς οἰκίας διέτρεχον, καὶ οἱ συνθέμενοι αὐτοῖς συνῄεσαν ἐς αὐτάς, τὸ δ᾽ ἄλλο πλῆθος ἐκ μέσων νυκτῶν ὡς ἐπὶ δή τινι κακῷ τὴν ἀγορὰν προκατελάμβανον. καὶ ὃς ἐπεδήμει τῶν ὑπάτων, Ὀπίμιος, διέτασσε μέν τινας ἐνόπλους ἐς τὸ Καπιτώλιον ἅμα ἕῳ συνιέναι καὶ τὴν βουλὴν διὰ κηρύκων συνεκάλει, αὐτὸς δ᾽ ἐν μέσῳ πάντων ἐν τῷ νεῲ τῶν Διοσκούρων ἐφήδρευε τοῖς ἐσομένοις.

[26] τάδε ἦν τοιάδε. μὲν βουλὴ Γράκχον καὶ Φλάκκον ἐκ τῶν οἰκιῶν ἐς ἀπολογίαν ἐς τὸ βουλευτήριον ἐκάλουν, οἱ δὲ σὺν ὅπλοις ἐξέθεον ἐπὶ τὸν Ἀβεντῖνον λόφον, ἐλπίσαντες, εἰ τόνδε προλάβοιεν, ἐνδώσειν πρὸς τὰς συνθήκας αὑτοῖς τι τὴν βουλήν. διαθέοντές τε τοὺς θεράποντας συνεκάλουν ἐπ᾽ ἐλευθερίᾳ. καὶ τῶνδε μὲν οὐδεὶς ὑπήκουεν, αὐτοὶ δέ, σὺν ὅσοις εἶχον ἀμφ᾽ αὑτούς, τὸ Ἀρτεμίσιον καταλαβόντες ἐκρατύνοντο καὶ Κόιντον Φλάκκου παῖδα ἐς τὴν βουλὴν ἔπεμπον, δεόμενοι διαλλαγῶν τυχεῖν καὶ βιοῦν μεθ᾽ ὁμονοίας. οἱ δ᾽ ἐκέλευον αὐτοὺς ἀποθεμένους τὰ ὅπλα ἥκειν εἰς τὸ βουλευτήριον καὶ λέγειν, τι θέλοιεν, μηκέτι πέμπειν μηδένα. τῶν δ᾽ αὖθις τὸν Κόιντον ἐπιπεμψάντων, τόνδε μὲν Ὀπίμιος ὕπατος διὰ τὴν προαγόρευσιν, ὡς οὐκέτι πρεσβευτὴν ὄντα, συνελάμβανε, τοῖς δὲ περὶ τὸν Γράκχον τοὺς ὡπλισμένους ἐπέπεμπεν.

καὶ Γράκχος μὲν διὰ τῆς ξυλίνης γεφύρας ἐς τὸ πέραν τοῦ ποταμοῦ καταφυγὼν ἐς ἄλσος τι μεθ᾽ ἑνὸς θεράποντος ὑπέσχε τῷ θεράποντι τὴν σφαγὴν καταλαμβανόμενος: Φλάκκου δ᾽ ἐς ἐργαστήριον ἀνδρὸς γνωρίμου καταφυγόντος, οἱ μὲν διώκοντες, τὴν οἰκίαν οὐκ εἰδότες, ὅλον ἐμπρήσειν τὸν στενωπὸν ἠπείλουν, δ᾽ ὑποδεξάμενος αὐτὸς μὲν ὤκνησε μηνῦσαι τὸν ἱκέτην, ἑτέρῳ δὲ προσέταξε μηνῦσαι. καὶ συλληφθεὶς Φλάκκος ἀνῃρέθη. Γράκχου μὲν δὴ καὶ Φλάκκου τὰς κεφαλὰς ἔφερόν τινες Ὀπιμίῳ, καὶ αὐτοῖς Ὀπίμιος ἰσοβαρὲς χρυσίον ἀντέδωκεν: δὲ δῆμος αὐτῶν τὰς οἰκίας διήρπαζε, καὶ τοὺς συμφρονήσαντας Ὀπίμιος συλλαβὼν ἐς τὴν φυλακὴν ἐνέβαλέ τε καὶ ἀποπνιγῆναι προσέταξε. Κοΐντῳ δὲ τῷ Φλάκκου παιδὶ συνεχώρησεν ἀποθανεῖν, ὡς θέλοι, καὶ τὴν πόλιν ἐπὶ τοῖς φόνοις ἐκάθαιρεν. δὲ βουλὴ καὶ νεὼν Ὁμονοίας αὐτὸν ἐν ἀγορᾷ προσέταξεν ἐγεῖραι.


[27] καὶ στάσις τοῦ δευτέρου Γράκχου ἐς τάδε ἔληγε: νόμος τε οὐ πολὺ ὕστερον ἐκυρώθη τὴν γῆν, ὑπὲρ ἧς διεφέροντο, ἐξεῖναι πιπράσκειν τοῖς ἔχουσιν: ἀπείρητο γὰρ ἐκ Γράκχου τοῦ προτέρου καὶ τόδε. καὶ εὐθὺς οἱ πλούσιοι παρὰ τῶν πενήτων ἐωνοῦντο, ταῖσδε ταῖς προφάσεσιν ἐβιάζοντο. καὶ περιῆν ἐς χεῖρον ἔτι τοῖς πένησι, μέχρι Σπούριος Θόριος δημαρχῶν εἰσηγήσατο νόμον, τὴν μὲν γῆν μηκέτι διανέμειν, ἀλλ᾽ εἶναι τῶν ἐχόντων, καὶ φόρους ὑπὲρ αὐτῆς τῷ δήμῳ κατατίθεσθαι καὶ τάδε τὰ χρήματα χωρεῖν ἐς διανομάς. ὅπερ ἦν μέν τις τοῖς πένησι παρηγορία διὰ τὰς διανομάς, ὄφελος δ᾽ οὐδὲν ἐς πολυπληθίαν. ἅπαξ δὲ τοῖς σοφίσμασι τοῖσδε τοῦ Γρακχείου νόμου παραλυθέντος, ἀρίστου καὶ ὠφελιμωτάτου, εἰ ἐδύνατο πραχθῆναι, γενομένου, καὶ τοὺς φόρους οὐ πολὺ ὕστερον διέλυσε δήμαρχος ἔτερος, καὶ δῆμος ἀθρόως ἁπάντων ἐξεπεπτώκει. ὅθεν ἐσπάνιζον ἔτι μᾶλλον ὁμοῦ πολιτῶν τε καὶ στρατιωτῶν καὶ γῆς προσόδου καὶ διανομῶν καὶ νομῶν, πεντεκαίδεκα μάλιστα ἔτεσιν ἀπὸ τῆς Γράκχου νομοθεσίας, ἐπὶ δίκαις ἐν ἀργίᾳ γεγονότες.

[28] τῷ δ᾽ αὐτῷ χρόνῳ Σκιπίων ὕπατος καθεῖλε τὸ θέατρον, οὗ Λεύκιος Κάσσιος ἦρκτο ῾καὶ ἤδη που τέλος ἐλάμβανεν̓, ὡς καὶ τόδε στάσεων ἄρξον ἑτέρων οὐ χρήσιμον ὅλως Ἑλληνικαῖς ἡδυπαθείαις Ῥωμαίους ἐθίζεσθαι. τιμητὴς δὲ Κόιντος Καικίλιος Μέτελλος Γλαυκίαν τε βουλεύοντα καὶ Ἀπουλήιον Σατορνῖνον δεδημαρχηκότα ἤδη τῆς ἀξιώσεως παρέλυεν, αἰσχρῶς βιοῦντας, οὐ μὴν ἐδυνήθη: γάρ οἱ συνάρχων οὐ συνέθετο. μικρὸν οὖν ὕστερον Ἀπουλήιος ὡς ἀμυνούμενος τὸν Μέτελλον ἐς ἑτέραν παρήγγελλε δημαρχίαν, φυλάξας στρατηγοῦντα τὸν Γλαυκίαν καὶ τῆσδε τῶν δημάρχων τῆς χειροτονίας προεστῶτα. Νώνιος μὲν οὖν, ἐπιφανὴς ἀνήρ, ἔς τε τὸν Ἀπουλήιον παρρησίᾳ χρώμενος καὶ Γλαυκίαν ἐξονειδίζων δήμαρχος ἀπεδείχθη. δείσαντες δ᾽ Γλαυκίας καὶ Ἀπουλήιος, μὴ δημαρχῶν αὐτοὺς ἀμύναιτο, ὄχλον ἀνδρῶν εὐθὺς ἀπὸ τῆς ἐκκλησίας ἀπιόντι ἐπιπέμπουσι σὺν θορύβῳ καὶ ἔς τι πανδοχεῖον συμφυγόντα κατεκέντησαν. τοῦ δὲ πάθους οἰκτροῦ καὶ δεινοῦ φανέντος οἱ περὶ τὸν Γλαυκίαν, οὔπω τοῦ δήμου συνελθόντος, ἅμ᾽ ἕῳ χειροτονοῦσι δήμαρχον τὸν Ἀπουλήιον.

καὶ τὸ μὲν Νωνίου πάθος ὧδε ἐσιγήθη διὰ τὴν δημαρχίαν Ἀπουληίου, δεδιότων αὐτὸν ἔτι ἐξελέγχειν: [29] ἐξηλάθη δὲ καὶ Μέτελλος ὑπ᾽ αὐτῶν, προσλαβόντων Γάιον Μάριον ἕκτην ἄρχοντα ὑπατείαν, ἐχθρὸν ἀφανῆ τοῦ Μετέλλου. καὶ συνέπραξαν ὧδε ἅπαντες ἀλλήλοις. μὲν Ἀπουλήιος νόμον ἐσέφερε διαδάσασθαι γῆν, ὅσην ἐν τῇ νῦν ὑπὸ Ῥωμαίων καλουμένῃ Γαλατίᾳ Κίμβροι γένος Κελτῶν κατειλήφεσαν, καὶ αὐτοὺς Μάριος ἔναγχος ἐξελάσας τὴν γῆν ὡς οὐκέτι Γαλατῶν ἐς Ῥωμαίους περιεσπάκει. προσέκειτο δέ, εἰ κυρώσειε τὸν νόμον δῆμος, τὴν βουλὴν πένθ᾽ ἡμέραις ἐπομόσαι πεισθήσεσθαι τῷ νόμῳ, τὸν οὐκ ὀμόσαντα μήτε βουλεύειν καὶ ὀφλεῖν τῷ δήμῳ τάλαντα εἴκοσιν, ὑπονοοῦντες οὕτως ἄλλους τε τῶν δυσχεραινόντων ἀμυνεῖσθαι καὶ Μέτελλον ὑπὸ φρονήματος οὐκ ἐνδώσοντα ἐς τὸν ὅρκον. μὲν δὴ νόμος ὧδε εἶχεν, καὶ Ἀπουλήιος ἡμέραν αὐτοῦ τῇ δοκιμασίᾳ προυτίθει καὶ περιέπεμπε τοὺς ἐξαγγέλλοντας τοῖς οὖσιν ἀνὰ τοὺς ἀγρούς, οἷς δὴ καὶ μάλιστ᾽ ἐθάρρουν ὑπεστρατευμένοις Μαρίῳ. πλεονεκτούντων δ᾽, ἐν τῷ νόμῳ τῶν Ἰταλιωτῶν δῆμος ἐδυσχέραινε.

[30] καὶ στάσεως ἐν τῇ κυρίᾳ γενομένης, ὅσοι μὲν ἐκώλυον τῶν δημάρχων τοὺς νόμους, ὑβριζόμενοι πρὸς τοῦ Ἀπουληίου κατεπήδων ἀπὸ τοῦ βήματος, δὲ πολιτικὸς ὄχλος ἐβόα ὡς γενομένης ἐν ἐκκλησίᾳ βροντῆς, ὅθεν οὐ θέμις ἐστὶ Ῥωμαίοις οὐδὲν ἔτι κυροῦν. βιαζομένων δὲ καὶ ὣς τῶν περὶ τὸν Ἀπουλήιον οἱ πολιτικοὶ τά τε ἱμάτια διαζωσάμενοι καὶ τὰ προστυχόντα ξύλα ἁρπάσαντες τοὺς ἀγροίκους διέστησαν. οἱ δ᾽ αὖθις ὑπὸ τοῦ Ἀπουληίου συγκαλούμενοι μετὰ ξύλων καὶ οἵδε τοῖς ἀστικοῖς ἐπῄεσαν καὶ βιασάμενοι τὸν νόμον ἐκύρωσαν. κυρωθέντος δ᾽ αὐτίκα Μάριος οἷα ὕπατος τῇ βουλῇ προυτίθει σκοπεῖν περὶ τοῦ ὅρκου: καὶ τὸν Μέτελλον εἰδὼς στερρόν τε τῇ γνώμῃ καὶ βέβαιον ἐφ᾽ τι φρονήσειεν εἰπεῖν φθάσειεν, ἐτίθει πρῶτος ἐς μέσον τὴν γνώμην τὴν ἑαυτοῦ μετ᾽ ἐνέδρας καὶ ἔλεγεν, ὡς οὔποτε τὸν ὅρκον ἑκὼν τόνδε αὐτὸς ὀμόσει. συναποφηναμένου δὲ ταῦτα καὶ τοῦ Μετέλλου καὶ τῶν ἄλλων αὐτοὺς ἐπαινεσάντων, Μάριος διέλυσε τὴν βουλήν. εἶτα τῆς πέμπτης ἡμέρας, τῷ ὅρκῳ τελευταία κατὰ τὸν νόμον ἦν, ἀμφὶ δεκάτην ὥραν αὐτοὺς κατὰ σπουδὴν συναγαγὼν ἔφη τὸν δῆμον ἐσπουδακότα περὶ τὸν νόμον δεδιέναι, μηχανὴν δ᾽ ὁρᾶν καὶ σόφισμα τοιόνδε: ὀμόσειν γάρ, νόμος ἐστί, τῷδε πεισθήσεσθαι τῷ νόμῳ, καὶ νῦν μὲν οὕτω διασκεδᾶν τοὺς ἀπὸ τῶν ἀγρῶν ἐνηδρευμένους, ὕστερον δ᾽ οὐ δυσχερῶς ἐπιδείξειν, ὅτι οὐκ ἔστι νόμος πρὸς βίαν τε καὶ βροντῆς ὠνομασμένης κεκυρωμένος παρὰ τὰ πάτρια.

[31] ταῦτα δ᾽ εἰπὼν καὶ τέλος οὐδὲν ἀναμείνας, πάντων ἔτι σιωπώντων ὑπ᾽ ἐκπλήξεως ἐπὶ τῇ ἐνέδρᾳ καὶ τῷ χρόνῳ δεδαπανημένῳ, οὐδ᾽ ἐνθυμηθῆναί τι παρασχὼν αὐτοῖς ἐξανίστατο ἐς τὸν τοῦ Κρόνου νεών, οὗ τοῖς ταμίαις