previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[147] ὧδε δὲ αὐτοῖς ἔχουσιν ἤδη καὶ χειρῶν ἐγγὺς οὖσιν ἀνέσχε τις ὑπὲρ τὸ λέχος ἀνδρείκελον αὐτοῦ Καίσαρος ἐκ κηροῦ πεποιημένον: τὸ μὲν γὰρ σῶμα, ὡς ὕπτιον ἐπὶ λέχους, οὐχ ἑωρᾶτο. τὸ δὲ ἀνδρείκελον ἐκ μηχανῆς ἐπεστρέφετο πάντῃ, καὶ σφαγαὶ τρεῖς καὶ εἴκοσιν ὤφθησαν ἀνά τε τὸ σῶμα πᾶν καὶ ἀνὰ τὸ πρόσωπον θηριωδῶς ἐς αὐτὸν γενόμεναι. τήνδε οὖν τὴν ὄψιν δῆμος οἰκτίστην σφίσι φανεῖσαν οὐκέτι ἐνεγκὼν ἀνῴμωξάν τε καὶ διαζωσάμενοι τὸ βουλευτήριον, ἔνθα Καῖσαρ ἀνῄρητο, κατέφλεξαν καὶ τοὺς ἀνδροφόνους ἐκφυγόντας πρὸ πολλοῦ περιθέοντες ἐζήτουν, οὕτω δὴ μανιωδῶς ὑπὸ ὀργῆς τε καὶ λύπης, ὥστε τὸν δημαρχοῦντα Κίνναν ἐξ ὁμωνυμίας τοῦ στρατηγοῦ Κίννα, τοῦ δημηγορήσαντος ἐπὶ τῷ Καίσαρι, οὐκ ἀνασχόμενοί τε περὶ τῆς ὁμωνυμίας οὐδ᾽ ἀκοῦσαι, διέσπασαν θηριωδῶς, καὶ οὐδὲν αὐτοῦ μέρος ἐς ταφὴν εὑρέθη. πῦρ δ᾽ ἐπὶ τὰς τῶν ἄλλων οἰκίας ἔφερον, καὶ καρτερῶς αὐτοὺς ἐκείνων τε ἀμυνομένων καὶ τῶν γειτόνων δεομένων τοῦ μὲν πυρὸς ἀπέσχοντο, ὅπλα δ᾽ ἠπείλησαν ἐς τὴν ἐπιοῦσαν οἴσειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
  • Cross-references to this page (3):
    • A Dictionary of Greek and Roman Antiquities (1890), FUNUS
    • A Dictionary of Greek and Roman Antiquities (1890), TRIBUS
    • Smith's Bio, Cinna, C. He'lvius
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: