[71]
καὶ οἱ μὲν τῆς ἐπιούσης ἔμελλον ἐς χεῖρας ἥξειν, Σκιπίων δ᾽ ὁ νεώτερος, ὁ τὴν Καρχηδόνα ὕστερον ἑλών, ὑποστρατευόμενος τότε Λευκόλλῳ Κελτίβηρσι πολεμοῦντι, ἐς τὸν Μασσανάσσην ἀφικνεῖτο πεμφθεὶς ἐλέφαντας αἰτῆσαι. καὶ αὐτῷ Μασσανάσσης, τοῦ σώματος ὡς ἐς μάχην ἐπιμελούμενος, ἱππέας ἀπαντᾶν ἔπεμψε, καὶ τῶν παίδων τισὶν ἐκέλευεν ἐλθόντα ὑποδέξασθαι. αὐτὸς δ᾽ ἅμ᾽ ἕῳ τὸν στρατὸν ἐξέτασσεν, ὀγδοήκοντα μὲν καὶ ὀκτὼ γεγονὼς ἔτη, ἱππεύων δ᾽ ἔτι καρτερῶς καὶ γυμνὸν τὸν ἵππον ἀναβαίνων, ὡς ἔθος ἐστὶ Νομάσι, καὶ στρατηγῶν καὶ μαχόμενος, εἰσὶ γὰρ Λιβύων οἱ Νομάδες εὐρωστότατοι, καὶ μακροβίων ὄντων μακροβιώτατοι. αἴτιον δ᾽ ἴσως ὅ τε χειμὼν οὐ πολὺ κρύος ἔχων, [ὑφ᾽ οὗ φθείρεται πάντα,] καὶ τὸ θέρος οὐ κατακαῖον ὥσπερ Αἰθίοπάς τε καὶ Ἰνδούς. διὸ καὶ τῶν θηρίων τὰ δυνατώτατα ἥδε ἡ γῆ φέρει, καὶ οἱ ἄνδρες ἐν ὑπαίθρῳ καὶ πόνοις εἰσὶν ἀεί. ὁλίγος τε ὁ οἶνος αὐτοῖς, καὶ ἡ τροφὴ πἇσιν ἁπλῆ τε καὶ εὐτελής. ὁ μὲν δὴ Μασσανάσσης ἐπιβὰς ἵππου διεκόσμει τὸν στρατόν, καὶ Ἀσδρούβας ἀντεξῆγε τὸν ἴδιον αὐτῷ, πολὺ πλῆθος: ἤδη γὰρ καὶ τῷδε πολλοὶ προσεληλύθεσαν ἐκ τῆς χώρας. ὁ δὲ Σκιπίων ἐθεᾶτο τὴν μάχην ἀφ᾽ ὑψηλοῦ καθάπερ ἐκ θεάτρου. ἔλεγε τε πολλάκις ὕστερον, ἀγῶσι συνενεχθεὶς ποικίλοις, οὔποτε ὧδε ἡσθῆναι: μόνον γὰρ ἔφη τόνδε τὸν πόνον ἄφροντις ἰδεῖν, μυριάδας ἀνδρῶν συνιούσας ἐς μάχην ἕνδεκα. ἔλεγέ τε σεμνύνων δύο πρὸ αὑτοῦ τὴν τοιάνδε θέαν ἰδεῖν ἐν τῷ Τρωικῷ πολέμῳ, τὸν Δία ἀπὸ τῆς Ἴδης καὶ τὸν Ποσειδῶνα ἐκ Σαμοθρᾴκης.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

