[99]
κυνὸς δ᾽ ἦν ἐπιτολή, καὶ τὸ Κηνσωρίνου στρατόπεδον ἐνόσει, σταθμεῦον ἐπὶ λίμνῃ σταθεροῦ καὶ βαρέος ὕδατος καὶ ὑπὸ τείχεσι μεγίστοις, οὐ καταπνεόμενον ἐκ τῆς θαλάσσης. ὅθεν ὁ Κηνσωρῖνος ἐς τὴν θάλασσαν ἀπὸ τῆς λίμνης μετεστρατοπέδευσεν. καὶ οἱ Καρχηδόνιοι, ὅτε γίγνοιτο πνεῦμα ἐς τοὺς Ῥωμαίους ἐπίφορον, σκάφας φρυγάνων καὶ στυππίου εἷλκον ὑπὸ τοῖς τείχεσιν, οὐ καθορώμενοι τοῖς πολεμίοις, ἀπὸ κάλων: εἰ δὲ ἐπικάμπτοντες ἔμελλον γενήσεσθαι καταφανεῖς, θεῖον αὐταῖς καὶ πίσσαν ἐπιχέοντες ἀνέτεινον τὰ ἱστία, καὶ πλήσαντες ἀνέμου πῦρ ἐνέβαλον ἐς τὰ σκάφη. τὰ δὲ τῷ τε ἀνέμῳ καὶ τῇ ῥοπῇ τοῦ πυρὸς ἐς τὰς Ῥωμαίων ναῦς ἐωθεῖτο καὶ ἐλυμαίνετο καὶ ὀλίγου τὸν στόλον κατέφλεξεν. μετὰ δὲ οὐ πολὺ Κηνσωρῖνος μὲν ἐς Ῥώμην ᾤχετο ἀρχαιρεσιάσων, οἱ δὲ Καρχηδόνιοι τῷ Μανιλίῳ θρασύτερον ἐπέκειντο: καὶ νυκτός, οἱ μὲν ὅπλα ἔχοντες οἱ δὲ γυμνοί, σανίδας φέροντες ἐπετίθεσαν τῇ κατὰ σφᾶς τάφρῳ τοῦ Μανιλίου, καὶ τὸ χαράκωμα διέσπων. ἀπορουμένων δὲ ὡς ἐν νυκτὶ τῶν ἔνδον, ὁ Σκιπίων ἐξέδραμε σὺν ἱππεῦσιν ἐκ τοῦ στρατοπέδου κατὰ πύλας ἄλλας, ἔνθα οὐδεὶς πόλεμος, καὶ περιδραμὼν τοὺς Καρχηδονίους κατεφόβησεν. οἱ δὲ ἀνεχώρουν ἐς τὴν πόλιν. καὶ δεύτερον ὁ Σκιπίων ἐδόκει τῷδε τῷ ἔργῳ περισῶσαι Ῥωμαίους, ἐν νυκτὶ θορυβουμένους.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

