previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[20] ὡς δὲ πάντα ἐξήρτυτο αὐτῷ ἐς ἀναγωγήν, Κράτερον μὲν τὰ ἐπὶ θάτερα τοῦ Ὑδάσπεω ἐπιέναι σὺν στρατιῇ ἐκέλευσε πεζικῇ τε καὶ ἱππικῇ: ἐς τὸ ἐπὶ θάτερα δὲ Ἡφαιστίων αὐτῷ προεπορεύετο, σὺν ἄλλῃ στρατιῇ πλείονι ἔτι τῆς Κρατέρῳ συντεταγμένης. καὶ τοὺς ἐλέφαντας Ἡφαιστίων αὐτῷ ἦγεν, ὄντας ἐς διηκοσίους. [2] αὐτὸς δὲ τούς τε ὑπασπιστὰς καλεομένους ἅμα οἷ ἦγε καὶ τοὺς τοξότας πάντας καὶ τῶν ἱππέων τοὺς ἑταίρους καλεομένους, τοὺς πάντας ἐς ὀκτακισχιλίους. [3] τοῖσι μὲν δὴ ἀμφὶ Κράτερον καὶ Ἡφαιστίωνα ἐτέτακτο ἵνα προπορευθέντες ὑπομένοιεν τὸν στόλον. [4] Φίλιππον δέ, ὅς αὐτῷ σατράπης τῆς χώρης ταύτης ἦν, ἐπὶ τοῦ Ἀκεσίνου ποταμοῦ τὰς ὄχθας πέμπει, ἅμα στρατιῇ πολλῇ [p. 25] καὶ τοῦτον: [5] ἤδη γὰρ καὶ δώδεκα μυριάδες αὐτῷ μαχιμοι εἵποντο σὺν οἷσιν ἀπὸ θαλάσσης τε αὐτὸς ἀνήγαγε καὶ αὖθις οἱ ἐπὶ συλλογῇ αὐτῷ στρατιῆς πεμφθέντες ἧκον ἔχοντες, παντοῖα ἔθνεα βαρβαρικὰ ἅμα οἷ ἄγοντι καὶ πᾶσαν ἰδέην ὡπλισμένα. [6] αὐτὸς δὲ ἄρας τῇσι νηυσὶ κατέπλωε κατὰ τὸν Ὑδάσπεα ἔστε ἐπὶ τοῦ Ἀκεσίνου τε καὶ τοῦ Ὑδάσπεω τὰς συμβολάς. [7] νέες δὲ αἱ σύμπασαι αὐτῷ ὀκτακόσιαι ἦσαν, αἵ τε μακραὶ καὶ ὅσα στρογγύλα πλοῖα καὶ ἄλλαι ἱππαγωγοὶ καὶ σιτία ἅμα τῇ στρατιῇ ἄγουσαι. [8] ὅκως μὲν δὴ κατὰ τοὺς ποταμοὺς κατέπλωσεν αὐτῷ στόλος, καὶ ὅσα ἐν τῷ παραπλόῳ ἔθνεα κατεστρέψατο, καὶ ὅκως διὰ κινδύνου αὐτὸς ἐν Μαλλοῖσιν ἧκε, καὶ τὸ τρῶμα ἐτρώθη ἐν Μαλλοῖσι, καὶ Πευκέστας τε καὶ Λεόννατος ὅκως ὑπερήσπισαν αὐτὸν πεσόντα, πάντα ταῦτα λέλεκταί μοι ἤδη ἐν τῇ ἄλλῃ τῇ Ἀττικῇ συγγραφῇ. [9] δὲ λόγος ὅδε τοῦ παραπλόου μοι ἀπήγησίς ἐστιν, ὃν Νέαρχος σὺν τῷ στόλῳ παρέπλωσεν ἀπὸ τοῦ Ἰνδοῦ τῶν ἐκβολέων ὁρμηθεὶς κατὰ τὴν θάλασσαν τὴν μεγάλην ἔστε ἐπὶ τὸν κόλπον τὸν Περσικόν, ἣν δὴ Ἐρυθρὴν θάλασσαν μετεξέτεροι καλέουσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: