previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[5] ὡς δὲ τὰ ἐτήσια πνεύματα ἐκοιμήθη, δὴ τοῦ θέρεος2τὴν ὥρην πᾶσαν κατέχει ἐκ τοῦ πελάγεος ἐπιπνέοντα ὡς ἐπὶ τὴν γῆν, καὶ ταύτῃ ἄπορον τὸν πλόον ποιέοντα, τότε δὴ ὥρμηντο ἐπὶ ἄρχοντος Ἀθήνησι Κηφισοδώρου, εἰκάδι τοῦ Βοηδρομιῶνος μηνός, κατ᾽ ὅτι Ἀθηναῖοι ἄγουσιν: ὡς δὲ Μακεδόνες τε καὶ Ἀσιανοὶ ἦγον, %2%2 τὸ ἑνδέκατον βασιλεύοντος Ἀλεξάνδρου. [2] θύει δὲ καὶ Νέαρχος πρὸ τῆς ἀναγωγῆς Διὶ Σωτῆρι, καὶ ἀγῶνα ποιέει καὶ οὗτος γυμνικόν. ἄραντες δὲ ἀπὸ τοῦ ναυστάθμου τῇ πρώτῃ ἡμέρῃ κατὰ τὸν Ἰνδὸν ὁρμίζονται ποταμὸν πρὸς διώρυχι μεγάλῃ, καὶ μένουσιν αὐτοῦ δύο ἡμέρας: Στοῦρα δὲ οὔνομα ἦν τῷ χώρῳ: στάδιοι ἀπὸ τοῦ ναυστάθμου ἐς ἑκατόν. [3] τῇ τρίτῃ δὲ ἄραντες ἔπλωον ἔστε ἐπὶ διώρυχα ἄλλην σταδίους τριήκοντα, ἁλμυρὴν ἤδη ταύτην τὴν διώρυχα: ἀνῄει γὰρ θάλασσα ἐς αὐτήν, μάλιστα μὲν ἐν τῇσι πλημμύρῃσιν, ὑπέμενε δὲ καὶ ἐν τῇσιν ἀμπώτεσι τὸ ὕδωρ μεμιγμένον τῷ ποταμῷ: Καύμαρα δὲ οὔνομα ἦν τῷ χώρῳ. [4] ἐνθένδε εἴκοσι σταδίους καταπλώσαντες ἐς Κορέεστιν ὁρμίζονται ἔτι κατὰ τὸν ποταμόν. ἐνθένδε ὁρμηθέντες ἔπλωον οὐκ ἐπὶ πολλόν: [5] ἕρμα γὰρ ἐφάνη αὐτοῖσι κατὰ τὴν ἐκβολὴν τὴν ταύτῃ τοῦ Ἰνδοῦ, καὶ τὰ κύματα ἐρρόχθεε πρὸς τῇ ἠιόνι, καὶ ἠιὼν αὕτη τρηχέα ἦν. [6] ἀλλὰ ἵναπερ μαλθακὸν ἦν τοῦ ἕρματος, ταύτῃ διώρυχα ποιήσαντες ἐπὶ σταδίους πέντε, διῆγον τὰς νέας, ἐπειδὴ πλήμμυρα ἐπῆλθεν ἐκ τοῦ πόντου. [7] ἐκπεριπλώσαντες δὲ σταδίους πεντήκοντα καὶ ἑκατὸν ὁρμίζονται ἐς Κρώκαλα νῆσον ψαμμώδεα, καὶ μένουσιν αὐτοῦ τὴν ἄλλην ἡμέρην. [p. 28] [8] προσοικέει δὲ ταύτῃ ἔθνος Ἰνδικόν, οἱ Ἀράβιες καλεόμενοι, ὧν καὶ ἐν τῇ μέζονι συγγραφῇ μνήμην ἔσχον, καὶ ὅτι εἰσὶν ἐπώνυμοι ποταμοῦ Ἀράβιος, ὃς διὰ τῆς γῆς αὐτῶν ῥέων ἐκδιδοῖ ἐς θάλασσαν, ὁρίζων τούτων τε τὴν χώρην καὶ τὴν Ὠρειτέων, [9] ἐκ δὲ Κρωκάλων ἐν δεξιῇ μὲν ἔχοντες οὖρος τὸ καλεόμενον Εἶρον, ἐν ἀριστερῇ δὲ νῆσον ἁλιτενέα ἔπλωον: δὲ νῆσος παρατεταμένη τῇ ἠιόνι κόλπον στεινὸν ποιέει. [10] διεκπλώσαντες δὲ ταύτην ὁρμίζονται ἐν λιμένι εὐόρμῳ. ὅτι δὲ μέγας τε καὶ καλὸς λιμὴν Νεάρχῳ ἔδοξεν, ἐπονομάζει αὐτὸν Ἀλεξάνδρου λιμένα. [11] νῆσος δέ ἐστιν ἐπὶ τῷ στόματι τοῦ λιμένος ὅσον σταδίους δύο ἀπέχουσα: Βίβακτα οὔνομα τῇ νήσῳ, δὲ χῶρος ἅπας Σάγγαδα ἐκαλέετο. δὲ νῆσος καὶ τὸν λιμένα, προκειμένη πρὸ τοῦ πελάγεος, αὐτὴ ἐποίεεν. [12] ἐνθαῦτα πνεύματα μεγάλα ἐκ τοῦ πόντου ἔπνεε καὶ συνεχέα, καὶ Νέαρχος δείσας τῶν βαρβάρων μή τινες συνταχθέντες ἐπ᾽ ἁρπαγὴν τοῦ στρατοπέδου τραποίατο, ἐκτειχίζει τὸν χῶρον λιθίνῳ τεἱχεϊ. [13] τέσσαρες δὲ καὶ εἴκοσιν ἡμέραι τῇ μονῇ ἐγένοντο. καὶ λέγει ὅτι μύας τε ἐθήρων τοὺς θαλασσίους οἱ στρατιῶται, καὶ ὄστρεα δὲ καὶ τοὺς σωλῆνας καλεομένους, ἄτοπα τὸ μέγαθος, ὡς τοῖσιν ἐν τῇδε τῇ ἡμετέρῃ θαλάσσῃ συμβαλέειν: καὶ ὕδωρ ὅτι ἁλμυρὸν ἐπίνετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), ARABIS
    • Smith's Bio, Nearchus
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: