previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

63.

κυμβία τὰ ποτήρια καὶ πλοῖα μικρὰ Σιμάριστος. Δωρόθεος δέ: ‘ γένος ποτηρίων βαθέων τὰ κυμβία [p. 134] καὶ ὀρθῶν,1 πυθμένα μὴ ἐχόντων μηδὲ ὦτα.’ Πτολεμαῖος δὲ τοῦ Ἀριστονίκου τὰ κυφά. Νίκανδρος δ᾽ Θυατειρηνὸς τὸ χωρὶς ὠτίων ποτήριον ὠνομακέναι Θεόπομπον ἐν Μήδῳ. Φιλήμων Φάσματι:


ἔπιεν Ῥόδη
κυμβίον ἀκράτου: κατασέσειχ᾽ ὑμᾶς ἄφνω.
Διονύσιος δ᾽ Σάμιος ἐν ἕκτῳ περὶ τοῦ Κύκλου τὸ αὐτὸ οἴεται εἶναι κισσύβιον καὶ κυμβίον. φησὶ γὰρ ὡς Ὀδυσσεὺς πληρώσας κυμβίον ἀκράτου ὤρεξε τῷ Κύκλωπι, οὐκ ἔστι δὲ μικρὸν τὸ διδόμενον αὐτῷ κισσύβιον παρ᾽ Ὁμήρῳ: οὐ γὰρ ἂν τρὶς πιὼν μέγιστος ὢν τὸ σῶμα ταχέως ἂν ὑπὸ τῆς μέθης κατηνέχθη. τοῦ κυμβίου μνημονεύει καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ἀκολουθεῖν αὐτῷ φάσκων ῥυτὰ καὶ κυμβία. καὶ πάλιν ἐν τῷ αὐτῷ: ‘ἐπ᾽ ἀστράβης δὲ ὀχούμενος ἐξ Ἀργούρας τῆς Εὐβοίας,6 χλανίδας δ᾽ ἐπ᾽ ὄχου καὶ κυμβία καὶ κάδους ἔχων, ὧν ἐπελαμβάνοντο οἱ πεντηκοστολόγοι.’ καὶ ἐν τῷ κατὰ Εὐέργου καὶ [p. 136] Μνησιβούλου. φησὶ δὲ Δίδυμος γραμματικὸς ἐπίμηκες εἶναι τὸ ποτήριον καὶ στενὸν τῷ σχήματι, παρόμοιον πλοίῳ καλεῖται κύμβη. καὶ ' Ἀναξανδρίδης ἐν Ἀγροίκοις:

μεγάλ᾽ ἴσως ποτήρια
προπινόμενα καὶ μέστ᾽ ἀκράτου κυμβία
ἐκάρωσεν ὑμᾶς. β. ἀνακεχαίτικεν μὲν οὖν.
Ἄλεξις Ἱππεῖ:

τά τε κυμβία
ἆρ᾽ ἦν πρόσωπ᾽ ἔχοντα χρυσᾶ παρθένων;
β. νὴ τὸν Δί᾽, ἦν γάρ. α. τάλαιν᾽ ἐγὼ κακῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: