previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

12. πρῶτοι δὲ Λυδοὶ καὶ τὴν καρύκην ἐξεῦρον, περὶ ἧς τῆς σκευασίας οἱ τὰ Ὀψαρτυτικὰ συνθέντες εἰρήκασιν, Γλαῦκός τε Λοκρὸς καὶ Μίθαικος καὶ Διονύσιος Ἡρακλεῖδαί τε δύο γένος Συρακόσιοι καὶ Ἆγις καὶ Ἐπαίνετος καὶ Διονύσιος ἔτι τε Ἡγήσιππος καὶ Ἐρασίστρατος καὶ Εὐθύδημος καὶ Κρίτων, πρὸς τούτοις δὲ Στέφανος, ι Ἀρχύτας, Ἀκέστιος, Ἀκεσίας, Διοκλῆς, Φιλιστίων. τοσούτους γὰρ οἶδα γράψοντας Ὀψαρτυτικά. καὶ κάνδαυλον δέ τινα ἔλεγον οἱ Λυδοί, οὐχ ἕνα ἀλλὰ [p. 324] τρεῖς: οὕτως ἐξήσκηντο πρὸς τὰς ἡδυπαθείας. γίνεσθαι δ᾽: αὐτόν φησιν Ταραντῖνος Ἡγήσιππος ἐξ ἑφθοῦ κρέως καὶ κνηστοῦ ἄρτου καὶ Φρυγίου τυροῦ ἀνήθου τε καὶ ζωμοῦ πίονος. μνημονεύει δ᾽ αὐτοῦ Ἄλεξις ἐν Παννυχίδι Ἐρίθοις: μάγειρος δ᾽ ἐστὶν προσδιαλεγόμενος

ὅτι δέ σοι παρὰ τοῦτο κάνδαυλόν τινα
παραθήσομεν. β. κάνδαυλον; οὐκ ἐδήδοκα
κάνδαυλον οὐδ᾽ ἀκήκο᾽ οὐδεπώποτε.
α. θαυμαστὸν ἐμὸν εὕρημα: πάνυ πολὺν δ᾽ ἐγὼ
ἐὰν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους
αὐτῷ γε χαίρων, χόρια μὲν ποιήσομεν
β. ἄνθρωπε, ποίει λευκὰ καὶ βλέπ᾽
εἰς ... α. εἶτ᾽ ἀντακαῖον ἰχθύων
τάριχος κρεῶν, βατανίων εὐθέως ...
δίπυρον παραθήσω κᾠὸν ἐπιτετμημένον,
πῦον, μέλιτος ὀξύβαφον ἐπὶ ταγηνιῶν, τυροῦ τροφάλια χλωρὰ Κυθνίου παρατεμὼν,
βοτρύδιόν τι, χόριον, ἐν ποτηρίῳ [p. 326]
γλυκὺν τὸ τοιοῦτον γὰρ ἀεί πως μέρος
ἐπιπαίζεται, κεφαλὴ δὲ δείπνου γίνεται.
β. ἄνθρωπ᾽ ἐπίπαιζε: μόνον ἀπαλλάγηθί μου,
τοὺς σοὺς δὲ κανδαύλους λέγων καὶ χόρια καὶ
βατάνια. πᾶσαν ἀφανιεῖς τὴν ἡδονήν.
μνημονεύει τοῦ κανδαύλου καὶ Φιλήμων ἐν Παρεισιόντι οὕτως:

τοὺς ἐν τῇ πόλει
μάρτυρας ἔχω γὰρ ὅτι μόνος φύσκην ποιῶ,
κάνδαυλον, ᾠόθριον ἐν στενῷ. τί
γὰρ τούτων διάπτωμ᾽ ἐγένετ᾽ ἁμάρτημα τί;
καὶ Νικόστρατος ἐν Μαγείρῳ:

ὃς μέλανα ποιεῖν ζωμὸν οὐκ ἠπίστατο,
θρῖον δὲ καὶ κάνδαυλον.
καὶ Μένανδρος Τροφωνίῳ:

Ἰωνικὸς πλούταξ, ὑποστάσεις ποιῶν
κάνδαυλον, ὑποβινητιῶντα βρώματα.
καὶ εἰς τοὺς πολέμους δὲ ἐξιόντες οἱ Λυδοὶ παρατάττονται μετὰ συρίγγων καὶ αὐλῶν, ὥς φησιν Ἡρόδοτος. καὶ Λακεδαιμόνιοι δὲ μετ᾽ αὐλῶν ἐξορμῶσιν ἐπὶ τοὺς πολέμους,8 καθάπερ Κρῆτες μετὰ λύρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: