This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
61. Νικόλαος δ᾽ ὁ περιπατητικὸς ἐν τῇ δεκάτῃ καὶ ἑκατοστῇ τῶν Ἱστοριῶν Λεύκολλον φησιν ἀφικόμενον εἰς Ῥώμην καὶ θριαμβεύσαντα λόγον τε ἀποδόντα τοῦ πρὸς Μιθριδάτην πολέμου ἐξοκεῖλαι εἰς πολυτελῆ δίαιταν ἐκ τῆς παλαιᾶς σωφροσύνης τρυφῆς τε πρῶτον εἰς ἅπαν Ῥωμαίοις ἡγεμόνα γενέσθαι, καρπωσάμενον δυεῖν βασιλέων πλοῦτον Μιθριδάτου καὶ Τιγράνου, διαβόητος δ᾽ ἦν παρὰ
Ῥωμαίοις καὶ Σίττιος ἐπὶ τρυφῇ καὶ μαλακίᾳ, ὥς φησι Ῥουτίλιος. περὶ γὰρ Ἀπικίου προειρήκαμεν. Παυσανίαν δὲ καὶ Λύσανδρον ἐπὶ τρυφῇ διαβοήτους γενέσθαι σχεδὸν πάντες ἱστοροῦσι. διόπερ καὶ Ἆγις ἐπὶ Λύσανδρον ἔφη ὅτι ‘ δεύτερον τοῦτον ἡ Σπάρτη φέρει Παυσανίαν.’ Θεόπομπος δὲ ἐν τῇ δεκάτῃ τῶν Ἑλληνικῶν τἀναντία φησὶ περὶ τοῦ Λυσάνδρου, ὅτι ‘ φιλόπονος: ἦν καὶ θεραπεύειν δυνάμενος καὶ ἰδιώτας καὶ βασιλεῖς, σώφρων ὢν καὶ τῶν ἡδονῶν ἁπασῶν κρείττων. γενόμενος γοῦν τῆς Ἑλλάδος σχεδὸν ἁπάσης
[p. 460]
κύριος ἐν οὐδεμιᾷ φανήσεται τῶν πόλεων οὔτε πρὸς τὰς ἀφροδισίους ἡδονὰς ὁρμήσας οὔτε μέθαις καὶ πότοις ἀκαίροις χρησάμενος.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.