previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

72.

Τιθωνὸν δ᾽ ἀπὸ τῆς ἕω μέχρι δυσμῶν κοιμώμενον μόλις αἱ ἐπιθυμίαι πρὸς ἑσπέραν ἐπήγειρον ὅθεν Ἠοῖ συγκοιμᾶσθαι λεχθείς, διὰ τὸ ταῖς ἐπιθυμίαις ἐμπεπλέχθαι ἐπὶ γήρως ἐν ταλάρῳ καθεῖρκται, κρεμαστὸς ὢν πρὸς ἀλήθειαν ἐκ τούτων, καὶ Μελάνθιος δὲ τὸν αὑτοῦ τράχηλον κατατείνων ἀπήγχετο ἐκ τῶν ἀπολαύσεων, κνισότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου. πολλοὶ δὲ καὶ ἄλλοι πᾶν τὸ σῶμα διεστράφησαν διὰ τὰς ἀκαίρους ἡδονάς, οἱ δὲ καὶ εἰς πάχος σώματος ἐπέδωκαν, ἄλλοι δὲ καὶ εἰς ἀναισθησίαν διὰ πολλὴν τρυφήν. Νύμφις γοῦν Ἡρακλεώτης ἐν τῷ ιβ᾽ περὶ Ἡρακλείας [p. 490]Διονύσιος,’ φησίν, ‘ Κλεάρχου τοῦ πρώτου τυραννήσαντος ἐν Ἡρακλείᾳ υἱὸς καὶ αὐτὸς τῆς πατρίδος τυραννήσας ὑπὸ τρυφῆς καὶ τῆς καθ᾽ ἡμέραν ἀδηφαγίας ἔλαθεν ὑπερσαρκήσας, ὥστε διὰ τὸ πάχος ἐν δυσπνοίᾳ αὐτὸν συσχεθῆναι καὶ πνιγμῷ. διὸ συνέταξαν οἱ ἰατροὶ κατασκευάσαι βελόνας λεπτὰς τῷ μήκει διαφερούσας, ἃς διὰ τῶν πλευρῶν καὶ τῆς κοιλίας διωθεῖν ὅταν εἰς ὕπνον τύχῃ βαθύτερον ἐμπεσών. μέχρι μὲν οὖν τινος ὑπὸ τῆς πεπωρωμένης ἐκ τοῦ στέατος σαρκὸς οὐκ ἐνεποίει τὴν αἴσθησιν εἰ δὲ πρὸς τὸν καθαρὸν τόπον βελόνη διελθοῦσα ἔθιγεν, τότε διηγείρετο. τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις προτιθέμενος κιβωτὸν τοῦ σώματος ἵνα τὰ μὲν λοιπὰ μέρη κρύπτοι,2 τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο τοῖς ἀπαντῶσιν. μνημονεύει δ᾽ αὐτοῦ Μένανδρος ἥκιστὰ γ᾽ ὢν λοίδορος ἐν τοῖς Ἁλιεῦσιν, τὸν μῦθον ὑποστησάμενος ὑπέρ τινων φυγάδων ἐξ Ἡρακλείας:


παχὺς γὰρ ὗς ἔκειτ᾽ ἐπὶ στόμα.
καὶ πάλιν

ἐτρύφησεν, ὥστε μὴ πολὺν τρυφᾶν χρόνον.
καὶ ἔτι

ἴδιον ἐπιθυμῶν, μόνος μοι θάνατος οὗτος φαίνεται
εὐθάνατος, ἔχοντα πολλὰς χολλάδας κεῖσθαι παχὺν [p. 492]
ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πνεῦμ᾽ ἔχοντ᾽ ἄνω,
ἐσθίοντα καὶ λέγοντα ' σήπομ᾽ ὑπὸ τῆς ἡδονῆς
ἀπέθανεν δὲ βιώσας ἔτη πέντε πρὸς τοῖς πεντήκοντα, ὧν ἐτυράννησεν τρία καὶ τριάκοντα, ἁπάντων τῶν πρὸ αὐτοῦ τυράννων πρᾳότητι καὶ ἐπιεικείᾳ διενηνοχώς.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: