previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8.

Εὔβουλος δ᾽ ἐν Χρυσίλλᾳ
κακὸς
κακῶς ἀπόλοιθ᾽ ὅστις γυναῖκα δεύτερος
ἔγημε: τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς,
μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ,
δ᾽ οἷον ἦν γυνὴ κακὸν πεπυσμένος.
καὶ προελθών φησιν

Ζεῦ πολυτίμητ᾽, εἶτ᾽ ἐγὼ κακῶς ποτε:
ἐρῶ γυναῖκας; νὴ Δί᾽ ἀπολοίμην ἄρα,
πάντων ἄριστον κτημάτων, εἰ δ᾽ ἐγένετο
κακὴ γυνὴ Μήδεια, Πηνελόπη δὲ γε
μέγα πρᾶγμ᾽. ἐρεῖ τις ὡς Κλυταιμνήστρα κακὴ
Ἄλκηστιν ἀντέθηκα χρηστήν. ἀλλ᾽ ἴσως
Φαίδραν ἐρεῖ κακῶς τις: ἀλλὰ νὴ Δία
χρηστή τις ἦν μέντοιτίς; οἴμοι δείλαιος,
ταχέως γέ μ᾽ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον,
τῶν δ᾽ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω. [p. 24]
Ἀριστοφῶν δ᾽ ἐν Καλλωνίδῃ:

κακὸς κακῶς ἀπόλοιθ᾽ γήμας δεύτερος
θνητῶν, μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει:
οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακὸν
ἐλάμβανεν γυναῖχ᾽ δ᾽ ὕστερον λαβὼν
εἰς προὖπτον εἰδὼς αὑτὸν ἐνέβαλεν κακόν.
καὶ Ἀντιφάνης ἐν Φιλοπάτορι:

γεγάμηκε δήπου. β. τί σὺ λέγεις; ἀληθινῶς
γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά τε
κατέλιπον;
Μένανδρος δ᾽ ἐν Ἀρρηφόρῳ Αὐλητρίδι:

οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς,
τοῦτον καταλείπων τὸν βίον. γεγάμηκα γὰρ
αὐτός:: διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν.
β. δεδογμένον τὸ πρᾶγμ᾽ ἀνερρίφθω κύβος.
α. πέραινε, σωθείης δέ: νῦν ἀληθινὸν
εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων,
οὐ Λιβυκὸν οὐδ᾽ Αἰγαῖον ... ,
οὗ τῶν τριάκοντ᾽ οὐκ ἀπόλλυται τρία
πλοιάρια: γήμας δ᾽ οὐδὲ εἷς σέσωσθ᾽ ὅλως.
ἐν δὲ Ἐμπιμπραμένῃ :

ἐξώλης ἀπόλοιθ᾽ ὅστις ποτὲ
πρῶτος ἦν γήμας, ἔπειθ᾽ δεύτερος,
εἶθ᾽ τρίτος, εἶθ᾽ τέταρτος, εἶθ᾽ Μεταγένης.
[p. 26] Καρκίνος δ᾽ τραγικὸς ἐν Σεμέλῃ, ἧς ἀρχὴ νύκτες,’ φησὶν

Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν;
ἀρκοῦν ἂν εἴη κἂν γυναῖκ᾽ εἴπῃς μόνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: