Τελέστης δ᾽ ἐν Ὑμεναίῳ διθυράμβῳ πεντάχορδόν φησιν αὐτὴν εἶναι διὰ τούτων
πηκταὶ δὲ λύραι καὶ μαγάδιδες
τὰ τ᾽ ἐν Ἕλλησι ξόαν᾽ ἡδυμελῆ.
οἶδα δὲ καὶ ἄλλο ὄργανον ᾧ τῶν Θρᾳκῶν οἱ βασιλεῖς ἐν τοῖς δείπνοις χρῶνται, ὥς φησιν Νικομήδης ἐν τῷ περὶ Ὀρφέως. φοίνικα δὲ τὸ ὄργανον Ἔφορος καὶ Σκάμων ἐν τοῖς περὶ Εὑρημάτων ὑπὸ Φοινίκων εὑρεθέντα ταύτης τυχεῖν τῆς προσηγορίας, Σῆμος δὲ ὁ Δήλιος ἐν πρώτῳ Δηλιάδος διὰ τὸ ἐκ τοῦ ἐν Δήλῳ φοίνικος τοὺς ἀγκῶνας αὐτοῦ ἐξειργάσθαι. τῇ σαμβύκῃ πρώτην φησὶ χρήσασθαι Σίβυλλαν, ἧς.., Σκάμων ὁ προειρημένος ὀνομασθῆναι δ᾽ αὐτὴν εὑρεθεῖσαν ὑπὸ Σάμβυκος τινός. ’
ἄλλος δ᾽ ἄλλαν κλαγγὰν ἱεὶς
κερατόφωνον ἐρέθιζε μάγαδιν, [p. 438]
ἐν πενταρράβδῳ χορδᾶν ἀρθμῷ
χεῖρα καμψιδίαυλον ἀναστρωφῶν τάχος:

