καὶ Ἀναξανδρίδης ἐν Ἡρακλεῖ:
Χορόνικος ὁ ποιητὴς ὁδί.
β. τίνων ποιητὴς ᾀσμάτων; α. σεμνῶν πάνυ.
β. τί πρὸς τὸν Ἀργᾶν οὗτος; α. ἡμέρας δρόμῳ
κρείττων.
’
ὁ μὲν γάρ εὐφυής τις εἶναι φαίνεται:
ὡς δ᾽ εὐρύθμως λαβὼν τὸ μελετητήριον
εἶτ᾽ ἐσχεδίασε δριμέως εν ... ... παπαῖ,
μεστὸς γενόμενος πρὸς τὸν Ἀργᾶν βούλομαι
κωδωνίσας πέμψαι σ᾽ ἀγωνιούμενον,
ἵνα καὶ σὺ νικᾷς τοὺς σοφιστάς, ὦ φίλε. [p. 446]

