previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

55. σταιτίτας πλακοῦς ποιὸς ἐκ σταιτὸς καὶ [p. 488] μέλιτος, μνημονεύει Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ. σταῖς δ᾽ ἐστὶν ὑγρὸν εἰς τήγανον ἐπιχεόμενον, μέλιτος ἐπιβαλλομένου καὶ σησάμης καὶ τυροῦ, ὡς Ἰατροκλῆς φησίν.

Χαρίσιος . τούτου μνημονεύει Ἀριστοφάνης ἐν Δαιταλεῦσιν :


ἐγὼ δὲ νῷν
πέψω πλακοῦντ᾽ ἐς ἑσπέραν χαρίσιον.
Εὔβουλος δ᾽ ἐν Ἀγκυλίωνι ὡς περὶ ἄρτου αὐτοῦ ὄντος οὑτωσὶ λέγει:

ἐξεπήδησ᾽ ἀρτίως πέττουσα τὸν χαρίσιον.

ἐπίδαιτρον πλακουντῶδες μάζιον: ἐπὶ τῷ δείπνῳ ἐσθιόμενον, ὥς φησι Φιλήμων ἐν τῷ περὶ Ἀττικῶν Ὀνομάτων.

νᾶνος ἄρτος πλακουντώδης διὰ τυροῦ καὶ ἐλαίου σκευαζόμενος.

ψώθια τὰ ψαθύρια. Φερεκράτης Κραπατάλλοις: ,


λήψει δ᾽ ἐν Ἅιδου κραπάταλον καὶ ψωθία.
Ἀπολλόδωρος δ᾽ Ἀθηναῖος καὶ Θεόδωρος δ᾽ ἐν [p. 490] Ἀττικαῖς Γλώσσαις τοῦ ἄρτου τὰ ἀποθραυόμενα ψωθία καλεῖσθαι, τινὰς ὀνομάζειν ἀτταράγους.

ἴτριον πεμμάτιον λεπτὸν διὰ σησάμου καὶ μέλιτος γινόμενον. μνημονεύει αὐτοῦ Ἀνακρέων οὕτως


ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν, ἀποκλάς,
οἴνου δ᾽ ἐξέπιον κάδον.
Ἀριστοφάνης Ἀχαρνεῦσιν:

πλακοῦντες, σησαμοῦντες, ἴτρια.
Σοφοκλῆς Ἔριδι:

ἐγὼ δὲ πεινῶσ᾽ αὖ πρὸς ἴτρια βλέπω.

ἀμόραι. τὰ μελιτώματα Φιλίτας ἐν Ἀτάκτοις ἀμόρας φησὶν καλεῖσθαι. μελιτώματα δ᾽ ἐστὶν πεπεμμένα.

ταγηνίτης πλακοῦς ἐν ἐλαίῳ τετηγανισμένος, καὶ ταγηνίας, μνημονεύει Μάγνης ποιήσας τὰς εἰς αὐτὸν ἀναφερομένας κωμῳδίας ἐν Διονύσῳ δευτέρῳ :


ταγηνίας ἤδη τεθέασαι χλιαροὺς
σίζοντας ὅταν αὐτοῖσιν ἐπιχέῃς μέλι;
καὶ Κρατῖνος ἐν Νόμοις:

καὶ δρόσον βάλλων ἕωθεν χλιαρὸς ταγηνίας.

ἔλαφος πλακοῦς τοῖς Ἐλαφηβολίοις ἀναπλασσόμενος διὰ σταιτὸς καὶ μέλιτος καὶ σησάμου. [p. 492]

ναστὸς πλακοῦντος εἶδος, ἔχων ἔνδον καρυκκείας.1.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: