ἐστὶ δὲ τὸ πυάνιον, ὥς φησι Σωσίβιος, πανσπερμία ἐν γλυκεῖ ἡψημένη: χίδρον δὲ οἱ ἑφθοὶ πυροί. κηρίναν δὲ ὀπώραν λέγει τὸ μέλι. καὶ Ἐπίχαρμος δὲ οὕτως λέγει ἐν Γῇ καὶ Θαλάσσῃ:
ἤδη παρέξει πυάνιόν τε πολτὸν
ὁ χίδρον τε λευκὸν κηρίναν τ᾽ ὀπώραν.
καὶ τῶν καλουμένων δὲ μελικηρίδων μνημονεύει Φερεκράτης ἐν Αὐτομόλοις οὕτως : [p. 502]
πολτὸν ἕψειν ὄρθριον.
ὥσπερ τῶν αἰγιδίων ὄζειν ἐκ τοῦ στόματος μελικήρας.

