previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11.

ταῦτ᾽ εἰπόντος τοῦ Δημοκρίτου Οὐλπιανὸς ἀποβλέψας πρὸς τὸν Κύνουλκονοἵῳ


μ᾽ δαίμων, ἔφη, φιλοσόφῳ συνῴκισεν:
κατὰ τὸ Θεογνήτου τοῦ κωμῳδιοποιοῦ Φάσμα

ἐπαρίστερ᾽ ἔμαθες, πόνηρε, γράμματα:
ἀνέστροφὲν σου τὸν βίον τὰ βιβλία: [p. 96]
πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.
πόθεν γάρ σοι καὶ τῶν συρβηνέων ἐπῆλθεν χορός τίς τῶν ἀξίων λόγου μέμνηται τοῦ μουσικοῦ τούτου χοροῦ;” καὶ ὃςοὐ πρότερον, ἔφη, οὗτος, διδάξω σε πρὶν ἂν τὸν ἄξιον παρὰ σοῦ λάβω μισθόν. οὐ γὰρ ἐγὼ τὰς ἐκ τῶν βιβλίων ἀκάνθας ὥσπερ σὺ ἀναγινώσκων ἐκλέγω, ἀλλὰ τὰ χρησιμώτατα καὶ ἀκοῆς ἄξια.” ἐπὶ τούτοις Οὐλπιανὸς δυσχεράνας ἀνεβόησεν τὰ ἐξ Ὕπνου Ἀλέξιδος: “

οὐδ᾽ ἐν Τριβαλλοῖς ταῦτὰ γ᾽ ἐστὶν ἔννομα:
οὗ φασι τὸν θύοντα τοῖς κεκλημένοις
δείξαντ᾽ ἰδεῖν τὸ δεῖπνον εἰς τὴν αὔριον
πωλεῖν ἀδείπνοις παρέθηκ᾽ αὐτοῖς ἰδεῖν.
τὰ αὐτὰ ἰαμβεῖα φέρεται καὶ παρὰ Ἀντιφάνει ἐν Ὕπνῳ.” καὶ Κύνουλκος: “ ἐπεὶ περὶ στεφάνων ζητήσεις ἤδη γεγόνασιν, εἰπὲ ἡμῖν τίς ἐστιν παρὰ τῷ χαρίεντι Ἀνακρέοντι Ναυκρατίτης στέφανος, Οὐλπιανέ. φησὶν γὰρ οὕτως μελιχρὸς ποιητής:

στεφάνους δ᾽ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν,
τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην.
καὶ διὰ τί παρὰ τῷ αὐτῷ ποιητῇ λύγῳ τινὲς [p. 98] στεφανοῦνται; φησὶν γὰρ ἐν τῷ δευτέρῳ τῶν Μελῶν

Μεγίστης δ᾽ φιλόφρων δέκα δὴ μῆνες ἐπείτε
στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα. γὰρ τῆς λύγου στέφανος ἄτοπος : πρὸς δεσμοὺς γὰρ καὶ πλέγματα λύγος ἐπιτήδειος, εἰπὲ οὖν ἡμῖν τι περὶ τούτων, ζητήσεως ἀξίων ὄντων, καὶ μὴ ὀνόματα θήρα, φιλότης.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: