previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. μνημονεύειν δ᾽ ἔοικεν ἐπὶ ποσόν τι τῆς κατὰ τὴν λύγον στεφανώσεως καὶ Νικαίνετος ἐποποιὸς ἐν τοῖς Ἐπιγράμμασιν, ποιητὴς ὑπάρχων ἐπιχώριος καὶ τὴν ἐπιχώριον ἱστορίαν ἠγαπηκὼς ἐν πλείοσιν. λέγει δ᾽ οὕτως

οὐκ ἐθέλω, Φιλόθηρε, κατὰ πτόλιν, ἀλλὰ παρ᾽ Ἥρῃ
δαίνυσθαι ζεφύρου πνεύμασι τερπόμενος.
ἀρκεῖ μοι λιτὴ μὲν ὑπὸ πλευροῖσι χαμευνάς,4
ἐγγύθι πὰρ προμάλου δέμνιον ἐνδαπίης,
καὶ λύγος, ἀρχαῖον Καρῶν στέφος. ἀλλὰ φερέσθω
οἶνος καὶ Μουσῶν χαρίεσσα λύρη,
θυμῆρες πίνοντες ὅπως Διὸς εὐκλέα νύμφην
μέλπωμεν, νήσου δεσπότιν ἡμετέρης.
ἐν τούτοις γὰρ ἀμφιβόλως εἰρηκὼς Νικαίνετος πότερον στρωμνῆς ἕνεκεν στεφανώσεως ἀρκεῖται τῇ λύγῳ, τῷ λέγειν αὐτὴν τῶν Καρῶν ἀρχαῖον στέφος πρόδηλον καθίστησι τὸ ζητούμενον. συνέβη δὲ τὴν τῆς λύγου στεφάνωσιν καὶ μέχρι τῶν κατὰ Πολυκράτην χρόνων, ὡς ἄν τις εἰκάσειεν, ἐν τῇ [p. 106] νήσῳ συνηθεστέραν ὑπάρχειν. γοῦν Ἀνακρέων φησίν

Μεγίστης φιλόφρων δέκα δὴ μῆνες ἐπειδὴ
στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: