Ἴστρος δ᾽ ἐν τοῖς Ἀττικοῖς οὐδ᾽ ἐξάγεσθαί φησι τῆς Ἀττικῆς τὰς ἀπ᾽ αὐτῶν γινομένας ἰσχάδας, ἵνα μόνοι ἀπολαύοιεν οἱ κατοικοῦντες: καὶ ἐπεὶ πολλοὶ ἐνεφανίζοντο διακλέπτοντες, οἱ τούτους μηνύοντες τοῖς δικασταῖς ἐκλήθησαν τότε πρῶτον συκοφάνται. Ἄλεξις δ᾽ ἐν Ποιητῇ φησιν
οἷα δ᾽ ἡ χώρα φέρει
διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,
τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. β. σῦκα μέν, νὴ τὸν Δία,
πάνυ φέρει.
Φιλόμνηστος δ᾽ ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ Σμινθείων φησίν ‘ ἐπεὶ καὶ ὁ συκοφάντης ἐντεῦθεν προσηγορεύθη, διὰ τὸ εἶναι τότε τὰ ἐπιζήμια καὶ τὰς εἰσφορὰς σῦκα καὶ οἶνον καὶ ἔλαιον, ἀφ᾽ ὧν τὰ κοινὰ διῴκουν, καὶ τοὺς ταῦτα εἰσπράττοντας καὶ φαίνοντας ἐκάλουν, ὡς ἔοικε, συκοφάντας, αἱρούμενοι τοὺς ἀξιοπιστοτάτους τῶν πολιτῶν.’ ’
ὁ συκοφάντης οὐ δικαίως τοὔνομα
ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον.
ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ᾽ ἀνήρ,
τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον
νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν
ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ᾽ οὕτως ἔχει.

