previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

64. ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου παῖδες ἐπεισῆλθον φέροντες ἐπὶ δίσκων καράβους μείζονας Καλλιμέδοντος τοῦ ῥήτορος, ὃς διὰ τὸ φιληδεῖν τῷ βρώματι Κάραβος ἐπεκλήθη. Ἄλεξις μὲν οὖν αὐτὸν ἐν Δορκίδι Ποππυζούσῃ φίλιχθυν εἶναι κοινῶς παραδίδωσι καθάπερ καὶ ἄλλοι τῶν κωμῳδιοποιῶν, λέγων οὕτως:

τοῖς ἰχθυοπώλαις ἐστὶν ἐψηφισμένον,
ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα
στῆσαι Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν,
ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ,
ὡς αὐτὸν ὄντ᾽ αὐτοῖσι τῆς τέχνης μόνον
σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν.
περισπούδαστος δὲ ἦν πολλοῖς τοῦ καράβου βρῶσις, ὡς ἔστι δεῖξαι διὰ πολλῶν τῆς κωμῳδίας [p. 448] μερῶν ἀρκέσει δὲ τὰ νῦν Ἀριστοφάνης ἐν ταῖς Θεσμοφοριαζούσαις οὕτως λέγων

ἰχθὺς ἐωνηταί τις σηπίδιον
τῶν πλατειῶν καρίδων πουλύπους
νῆστις ὀπτᾶτ᾽ γαλεὸς τευθίδες;
β. μὰ τὸν Δί᾽, οὐ δῆτ᾽, Α. οὐδὲ βατίς; β. οὒ
φημ᾽ ἐγώ.
α. οὐ χόριον οὐδὲ πυὸς οὐδ᾽ ἧπαρ κάπρου
οὐδὲ σχαδόνες οὐδ᾽ ἠτριαῖον δέλφακος
οὐδ᾽ ἐγχέλειον οὐδὲ κάραβον μέγαν γυναιξὶ κοπιώσαις ἐπεχορηγήσατε;
πλατείας δὲ καρῖδας ἂν εἴη λέγων τοὺς ἀστακοὺς καλουμένους, ὧν μνημονεύει Φιλύλλιος ἐν Πόλεσι. καὶ Ἀρχέστρατος γὰρ ἐν τῷ διαβοήτῳ ποιήματι οὐδ᾽ ὅλως που κάραβον ὀνομάζων ἀστακὸν προσαγορεύει, ὥσπερ κἀν τούτοις.

ἀλλὰ παρεὶς λῆρον πολὺν ἀστακὸν ὠνοῦ
τὸν τὰς χεῖρας ἔχοντα μακρὰς ἄλλως τε βαρείας,
τοὺς δὲ πόδας μικρούς, βραδέως δ᾽ ἐπὶ γαῖαν ὀρούει.
εἰσὶ δὲ πλεῖστοι μὲν πάντων ἀρετῇ τε κράτιστοι
ἐν Λιπάραις: πολλοὺς δὲ καὶ Ἑλλήσποντος ἀθροίζει.
καὶ Ἐπίχαρμος δ᾽: ἐν Ἥβας γάμῳ τὸν προειρημένον ἀστακὸν ὑπὸ τοῦ Ἀρχεστράτου δηλοῖ ὅτι κάραβός ἐστι λέγων οὕτως :

ἐντὶ δ᾽ ἀστακοὶ κολύβδαιναί τε χὢς τὰ πόδι᾽ ἔχει
μικρά, τὰς χεῖρας δὲ μακράς, κάραβος δὲ τὤνυμα. [p. 450]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: