previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

67. Διογένης δ᾽ Βαβυλώνιος ἐν τοῖς περὶ εὐγενείαςτὸν Φωκίωνος υἱόν, φησί, Φῶκον οὐκ ἦν ὃς οὐκ ἐμίσει Ἀθηναίων καὶ ὁπότε ἀπαντήσειέ τις αὐτῷ ἔλεγεν ' καταισχύνας τὸ γένος πάντα γὰρ ἀνάλωσε τὸ πατρῷα εἰς ἀσωτίαν καὶ μετὰ ταῦτα ἐκολάκευε τὸν ἐπὶ τῆς Μουνυχίας:: ἐφ᾽ πάλιν ὑπὸ πάντων ἐπερραπίζετο. ἐπιδόσεων δέ ποτε γινομένων παρελθὼν καὶ αὐτὸς εἰς τὴν ἐκκλησίαν ἔφη ἐπιδίδωμι κἀγώ,' καὶ οἱ Ἀθηναῖοι ὁμοθυμαδὸν ἀνεβόησαν 'εἰς ἀκολασίαν ἦν δ᾽ Φῶκος καὶ φιλοπότης. νικήσαντος γοῦν αὐτοῦ ἵπποις [p. 266] Παναθήναια ὡς πατὴρ εἱστία τοὺς ἑταίρους, συνελθόντων εἰς τὸ δεῖπνον λαμπρὰ μὲν ἦν παρασκευὴ καὶ τοῖς εἰσιοῦσι προσεφέροντο ποδονιπτῆρες οἴνου δι᾽ ἀρωμάτων, οὓς ἰδὼν πατήρ καλέσας τὸν Φῶκον ' οὐ παύσεις, ἔφη, τὸν ἑταῖρον διαφθείροντά σου τὴν νίκην; ' οἶδα δὲ καὶ ἄλλους ἀσώτους πολλούς, περὶ ὧν ὑμῖν καταλείπω ζητεῖν, πλὴν Καλλίου τοῦ Ἱππονίκου, ὃν καὶ οἱ τῶν παίδων οἴδασι παιδαγωγοί, περὶ δὲ τῶν ἄλλων ὧν φθάνω προβεβληκὼς εἴ τι λέγειν ἔχετε, ' ἀναπεπταμένας ἔχω τῶν ὤτων τὰς πύλας ὥστε λέγετε ἐπιζητῶ γὰρ καὶ ὅπερ Μάγνος εἴρηκε τὸ ἐπεσθίειν καὶ τὸ ἐπιφαγεῖν.’” καὶ Αἰμιλιανὸς ἔφη: “τὸ μὲν ἀσώτιον ἔχεις παρὰ Στράττιδι ἐν Χρυσίππῳ λέγοντι οὕτως

εἰ μηδέ χέσαι γ᾽ αὐτῷ σχολὴ γενήσεται
μηδ᾽ εἰς ἀσώτιον τραπέσθαι μηδ᾽ ἐὰν
αὐτῷ ξυναντᾷ τις, λαλῆσαι μηδὲ ἕν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: