previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21. τί οὖν ὀνομάσομεν, ἄνδρες φίλοι, τὸ συμπόσιον ὅπερ Ἀντίοχος Ἐπιφανὴς μὲν κληθείς, Ἐπιμανὴς δ᾽ ἐκ τῶν πράξεων ὀνομασθείς; βασιλεὺς δ᾽ ἦν οὗτος τῶν Συριακῶν τῶν ἀπὸ Σελεύκου εἷς: περὶ οὗ φησι Πολύβιος τάδε, ὡςἀποδιδράσκων ἐκ τῆς αὐλῆς ἐνίοτε τοὺς θεραπεύοντας οὗ τύχοι τῆς πόλεως ἀλύων ἐφαίνετο δεύτερος καὶ τρίτος: μάλιστα δὲ πρὸς τοῖς ἀργυροκοπείοις εὑρίσκετο καὶ χρυσοχοείοις εὑρησιλογῶν καὶ φιλοτεχνῶν πρὸς τοὺς τορευτὰς καὶ τοὺς ἄλλους τεχνίτας. ἔπειτα καὶ μετὰ δημοτῶν ἀνθρώπων συγκαταβαίνων ὡμίλει τύχοι καὶ μετὰ τῶν παρεπιδημούντων συνέπινε τῶν εὐτελεστάτων, ὅτε δὲ τῶν νεωτέρων αἴσθοιτό τινας συνευωχουμένους, οὐδεμίαν ἔμφασιν ποιήσας παρῆν ἐπικωμάζων μετὰ κερατίου: καὶ συμφωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀφισταμένους φεύγειν. πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἀποθέμενος ἐσθῆτα τήβενναν ἀναλαβὼν περιῄει κατὰ τὴν ἀγορὰν ἀρχαιρεσιάζων καὶ τοὺς μὲν δεξιούμενος, τοὺς [p. 378] δὲ καὶ περιπτύσσων παρεκάλει φέρειν αὑτῷ τὴν ψῆφον, ποτὲ μὲν ὡς ἀγορανόμος γένηται, ποτὲ δὲ καὶ ὡς δήμαρχος, τυχὼν δὲ τῆς ἀρχῆς καὶ καθίσας ἐπὶ τὸν ἐλεφάντινον δίφρον κατὰ τὸ παρὰ Ῥωμαίοις ἔθος διήκουε τῶν κατὰ τὴν ἀγορὰν γινομένων συναλλαγμάτων καὶ διέκρινε μετὰ πολλῆς σπουδῆς καὶ προθυμίας, ἐξ ὧν εἰς ἀπορίαν ἦγε τῶν ἀνθρώπων τοὺς ἐπιεικεῖς: οἱ μὲν γὰρ ἀφελῆ τινα αὐτὸν εἶναι ὑπελάμβανον, οἱ δὲ μαινόμενον. καὶ γὰρ περὶ τὰς δωρεὰς ἦν παραπλήσιος: ἐδίδου γὰρ τοῖς μὲν ἀστραγάλους δορκαδείους, τοῖς δὲ φοινικοβαλάνους, ἄλλοις δὲ χρυσίον. καὶ ἐξ ἀπαντήσεως δέ τισι συντυγχάνων οὓς μὴ ἑωράκει ποτὲ ἐδίδου δωρεὰς ἀπροσδοκήτους, ἐν δὲ ταῖς πρὸς τὰς πόλεις εὐνοίαις καὶ ταῖς πρὸς τοὺς θεοὺς τιμαῖς πάντας ὑπερέβαλλε τοὺς βεβασιλευκότας, τοῦτο δ᾽ ἄν τις τεκμήραιτο ἔκ τε τοῦ παρ᾽ Ἀθηναίοις Ὀλυμπιείου καὶ τῶν περὶ τὸν ἐν Δήλῳ βωμὸν ἀνδριάντων, ἐλούετο δὲ κἀν τοῖς δημοσίοις βαλανείοις ὅτε δημοτῶν ἦν τὰ βαλανεῖα πεπληρωμένα, κεραμίων εἰσφερομένων αὐτῷ μύρων τῶν πολυτελεστάτων, ὅτε καί τινος εἰπόντοςμακάριοί ἐστε ὑμεῖς οἱ βασιλεῖς οἱ καὶ τούτοις χρώμενοι καὶ ὀδωδότες ἡδύ,’ μηδὲν τὸν ἄνθρωπον προσειπὼν ὅπου : κεῖνος τῇ ἑξῆς ἐλούετο ἐπεισελθὼν ἐποίησεν αὐτοῦ καταχυθῆναι τῆς κεφαλῆς μέγιστον κεράμιον πολυτελεστάτου μύρου τῆς στακτῆς καλουμένης, ὡς πάντας ἀναστάντας κυλίεσθαι λουομένους τῷ [p. 380] μύρῳ καὶ διὰ τὴν γλισχρότητα καταπίπτοντας γέλωτα παρέχειν, καθάπερ καὶ αὐτὸν τὸν βασιλέα.’ ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: