previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

49. Ποσειδώνιος δ᾽ Ἀπαμεὺς ἐν τῇ κ᾽ καὶ τρίτῃ τῶν ἱστοριῶνΚελτοί,’ φησί, ‘ περιάγονται μεθ᾽ αὑτῶν καὶ πολεμοῦντες συμβιωτάς, οὓς καλοῦσι παρασίτους, οὗτοι δὲ ἐγκώμια αὐτῶν καὶ πρὸς ἁθρόους λέγουσιν ἀνθρώπους συνεστῶτας καὶ πρὸς ἕκαστον τῶν κατὰ μέρος ἐκείνων ἀκροωμένων. τὰ δὲ ἀκούσματα αὐτῶν εἰσιν οἱ καλούμενοι βάρδοι: ποιηταὶ δὲ οὗτοι τυγχάνουσι μετ᾽ ᾠδῆς ἐπαίνους λέγοντες.’ ἐν δὲ τῇ τετάρτῃ καὶ τριακοστῇ αὐτὸς συγγραφεὺς Ἀπολλώνιόν τινα ἀναγράφει παράσιτον γεγονότα Ἀντιόχου τοῦ Γρυποῦ ἐπικαλουμένου τοῦ τῆς Συρίας βασιλέως. Ἀριστόδημος δ᾽ ἱστορεῖ Βῖθυν τὸν Λυσιμάχου τοῦ βασιλέως παράσιτον, ἐπεὶ αὐτοῦ εἰς τὸ ἱμάτιον Λυσίμαχος ἐνέβαλε ξύλινον σκορπίον, [p. 110] ἐκταραχθέντα ἀναπηδῆσαι, εἶτα γνόντα τὸ γεγενημένονκἀγὼ σέ,’ φησίν, ‘ ἐκφοβήσω, βασιλεῦ: δός μοι τάλαντον.’ ἦν δ᾽ Λυσίμαχος μικρολογώτατος. Ἀγαθαρχίδης δ᾽ Κνίδιος ἐν τῇ β᾽ καὶ εἰκοστῇ τῶν Εὐρωπιακῶν Ἀριστομάχου τοῦ τοῦ Ἀργείων τυράννου παράσιτον γενέσθαι φησὶν Ἀνθεμόκριτον τὸν παγκρατιαστήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: